Ancient Greek
Page 503
Joannes Philoponus Phil., De aeternitate mundi 503
Not analysed yet
εἰπεῖν ἐτῶν ὑπάρχοντι ἢ πάλιν τῷ μετὰ μακρὸν ἐσομένῳ χρόνον πάντων τῶν μερῶν τοῦ τε πρὶν ὕδατος φθαρέντων νῦν καὶ τοῦ νῦν ὄντος αὖθις φθαρησομένου, καὶ ἐπὶ τῶν λοιπῶν στοιχείων ὁ αὐτὸς λόγος. πῶς οὖν ἀγενήτους εἶναι καὶ ἀφθάρτους τῶν στοιχείων τὰς ὁλότητας φήσομεν τὰς μὴ κατ' ἀριθμὸν ἀεὶ τὰς αὐτὰς οὔσας; ἀλλ' οὐδὲ τὸ νῦν ἀθρόον καθ' ὅλα αὐτὰ τὰ στοιχεῖα μὴ φθείρεσθαι ἀλλὰ κατ' εἶδος τὰ αὐτὰ μένειν ἀπόδειξίς ἐστιν τοῦ καὶ παντελῶς μηδέποτε τὰ ὅλα στοιχεῖα φθαρήσεσθαι· ἀνάγκη γάρ, ἕως ἂν ᾖ ὁ κόσμος, ἕκαστον τῶν τοῦ κόσμου στοιχείων, ἐξ ὧν τὸ εἶναι ὁ κόσμος ἔχει, ὅλον καθ' ὅλον αὐτὸ κατ' εἶδος σῴζεσθαι· καὶ γὰρ ἕως ἂν ἡ οἰκία μένῃ οἰκία, δεῖ καὶ τά, ἐξ ὧν σύγκειται, καθ' ὅλα αὐτὰ μένειν κατ' εἶδος τὰ αὐτά, λέγω δὴ λίθους ξύλα καὶ τὰ λοιπά, κἂν κατὰ μέρη φθείρωνται οἵ τε λίθοι καὶ τὰ ξύλα, ὡς καὶ ἐν τῷ πρὸ τούτου λόγῳ ἐδείξαμεν· καὶ ἐν ὅσῳ τῶν ὄντων ἦν ὁ Σωκράτης, ἀνάγκη ἦν καὶ τὰ τούτου μέρη κατ' εἶδος σῴζεσθαι, σάρκας φημὶ καὶ αἷμα καὶ ὀστᾶ καὶ τὰ λοιπὰ μόρια, κἂν κατὰ μέρη ἄλλα μὲν ἐφθείρετο, ἄλλα δὲ ἐγίνετο, εἴπερ ἐν γενέσει καὶ φθορᾷ τὸ εἶναι οἱ ἄνθρωποι ἔχομεν. οὐ τὸ μὴ φθείρεσθαι οὖν νῦν κατ' εἶδος τὰς τῶν στοιχείων ὁλότητας τοῦτο ἀπόδειξίς ἐστιν τοῦ ἄφθαρτον εἶναι τὸν κόσμον, ἀλλ' εἰ διὰ λόγου δειχθείη μηδένα λόγον γενέσεως καὶ φθορᾶς ἔχων. νῦν δὲ τοὐναντίον ἅπαν ἥ τε τῶν μερῶν ἁπάντων φθορὰ καὶ γένεσις καὶ τῶν ὁλοτήτων κατ' ἀριθμὸν ἐξαλλαγὴ καὶ τὸ ἐναν-