Ancient Greek · ~6 min
Page 516
Joannes Philoponus Phil., De aeternitate mundi 516
Not analysed yet
συνάπτεται καὶ τὰ μέσα ἄκρα καὶ τὰ ἄκρα μέσα γινόμενα καὶ μία ἐκ πάντων ἀποτελεῖται συμφωνία καὶ σύμπνοια. εἰ δέ τι τῶν μέσων ἐλλείποι, ἀδύνατον ἔτι τὸν εἰρημένον συστῆναι σύνδεσμον· ἐλλειπέτω γὰρ εἰ τύχοι ὁ ἀὴρ καὶ μέσον ἔστω πυρός τε καὶ γῆς τὸ ὕδωρ μόνον· πῶς ἂν οὖν τὸ πῦρ θερμόν τε ἅμα καὶ ξηρὸν ὑπάρχον τῷ ὕδατι ὑγρῷ καὶ ψυχρῷ συμπλακὲν συμφωνῆσαι δυνήσεται; συνδεθῆναι γὰρ ἀλλήλοις τὰ πάντῃ μαχόμενα καὶ κατὰ μηδὲν κοινωνοῦντα ἀμήχανον· κἂν γὰρ διὰ μέσης τῆς γῆς κατὰ τὴν ξηρότητα πρὸς αὐτὸ ἑνωθείη, πρὸς ἄμφω, γῆν τε καὶ ὕδωρ, κατὰ τὸ θερμὸν πολέμιον ἔσται καὶ ἀσύμφωνον. ἀλλὰ δὴ πάλιν ἡ τοῦ ὕδατος ἐλλειπέτω οὐσία, ὑπαρχέτω δὲ μεταξὺ πυρός τε καὶ γῆς μόνος ὁ ἀήρ· πῶς ἂν οὖν ὁ ἀὴρ θερμὸς ὢν ἅμα καὶ ὑγρὸς πρὸς τὴν γῆν ψυχράν τε καὶ ξηρὰν οὖσαν ὁμολογήσειεν; πρὸς γὰρ πῦρ τε καὶ γῆν ξηρὰ ὄντα πολεμίως ἕξει κατὰ τὴν ὑγρότητα. ἀνάγκη ἄρα ἐστὶν πᾶσα, ᾗ φησιν Πλάτων, δύο τῶν ἄκρων ὄντων, πυρός τε καὶ γῆς, δύο καὶ τὰς τούτων συνδετικὰς μεσότητας εἶναι, ἀέρα καὶ ὕδωρ. οὕτως οὖν κοινῶς περὶ τῆς τοῦ παντὸς κόσμου συνθέσεως φυσιολογήσας ὁ Πλάτων, ὡς ἐκ μόνων εἴη τῶν τεσσάρων σωμάτων, ἐφεξῆς λοιπὸν ἰδικώτερον τὰ οὐράνια τῆς πυρώδους οὐσίας πλείστης φησὶ μετειληφέναι· εἰπὼν γὰρ τέσσαρας εἶναι τὰς τοῦ ζῴου ἰδέας ‘μία μὲν οὖν’, φησίν, ‘οὐρανίων θεῶν γένος, ἄλλη δὲ πτηνῶν καὶ ἀεροπόρων, τρίτη δὲ ἔνυδρον εἶδος, πεζῶν δὲ καὶ χερσαίων τέταρτον. τοῦ μὲν οὖν θείου’, φησίν,