Ancient Greek
Page 517
Joannes Philoponus Phil., De aeternitate mundi 517
Not analysed yet
’τὴν πλείστην ἰδέαν ἐκ πυρὸς ἀπειργάζετο, ὅπως ὅτι λαμπρότατον ἰδεῖν τε κάλλιστον εἴη, τῷ δὲ παντὶ προσεικάζων εὔκυκλον ἐποίει, τίθησίν τε εἰς τὴν τοῦ κρατίστου φρόνησιν ἐκείνῳ ξυνεπόμενον νείμας περὶ πάντα κύκλῳ τὸν οὐρανὸν κόσμον ἀληθινὸν αὐτῷ πεποικιλμένον εἶναι’. διʹ. Ὅτι μὲν οὖν ἐκ πλείστου πυρὸς τὰ οὐράνια συνέστηκε σώματα, σαφῶς ὁ Πλάτων εἴρηκεν. ἃ δέ φησιν Ἀριστοτέλης ἐν τῷ πρώτῳ τῶν μετεωρολογικῶν ἀναιρεῖν ἐπιχειρῶν τὸ ἐκ πυρὸς συνεστάναι τὰ οὐράνια σώματα, οὐδὲν ἀναγκαῖον ἔχειν μοι φαίνεται· φησὶν γάρ, ὡς, εἰ πύρια ἦν τὰ οὐράνια, πάντα ἂν πάλαι τὰ ἔνδον κατέφλεξεν διὰ τὸ πολλῷ ὑπερέχειν τῷ μεγέθει τῶν ἐντὸς ἁπάντων· ἡ γὰρ τοῦ πυρὸς φύσις καὶ ἐν ἐλάττονι οὖσα ὄγκῳ διὰ τὸ δραστήριον τῆς δυνάμεως καὶ τὰ πολλῷ μεγέθει ὑπερέχοντα κατακαίει, μή τί γε καὶ ἐν πολλῷ μείζονι ὄγκῳ τυγχάνουσα· καὶ τὸν ἥλιον δὲ μόνον καθ' αὑτὸν καὶ πολλοὺς τῶν ἀπλανῶν ἀστέρων πολλῷ μείζονας εἶναι τῆς γῆς ἀστρονόμων παῖδες βούλονται, μή τί γε τοὺς ἀστέρας ἅμα πάντας καὶ τὰς σφαίρας αὐτάς, ἐν αἷς καθίδρυνται· ἀσύγκριτος οὖν ἡ τοῦ οὐρανοῦ πρὸς τὰ ἐντὸς ὑπεροχή. πῶς ἂν οὖν ἀντέσχεν τὰ ἐντός, φησὶν ὁ Ἀριστοτέλης, εἰ πύρια ἦν τὰ οὐράνια; ἀλλ' ἔστιν πρὸς αὐτὸν εἰπεῖν πρῶτον μέν, ὅτι οὐδὲ αὐτὸς σὺ ταύτης τῆς ἀπορίας ἐκτὸς πέπτωκας· τὴν γὰρ τοῦ πυρὸς ὁλότητα περιέχειν τὰ λοιπὰ στοιχεῖα βουλόμενος, ὅπερ καλεῖς ὑπέκκαυμα,