Ancient Greek · ~5 min
Page 518
Joannes Philoponus Phil., De aeternitate mundi 518
Not analysed yet
ἀνάγκη σε πάντως μείζονα τῶν ἐντὸς αὐτὴν ὑποτίθεσθαι· τὸ περιέχον γὰρ τοῦ περιεχομένου μεῖζον· πῶς οὖν οὐ πέφλεκται τὰ ἐντὸς ἐν πολλῷ μείζονι ὑπεροχῇ τῶν λοιπῶν ἅμα πάντων τοῦ πυρὸς τυγχάνοντος; δεύτερον αὐτὸς σὺ λέγεις, ὡς ὅτι ἡ φλὸξ οὐκ ἔστιν τὸ φυσικὸν πῦρ ἀλλ' ὑπερβολὴ πυρός, ὡς καὶ ἡ χιὼν ὑπερβολὴ ψυχροῦ· τὸ γὰρ φυσικὸν πῦρ ζωτικὸν μᾶλλον εἶναι, οὐ καυστικόν, οἷόν ἐστιν τὸ ἐν ἡμῖν ἔμφυτον θερμὸν καλούμενον καὶ ὅλως ἐξ οὗ τὸ σύγκριμα τοῦ συνθέτου συνέστηκε σώματος· τοιοῦτο δὲ εἶναι φῂς καὶ τὸ ὑπέκκαυμα· οὐκοῦν καὶ τὸ οὐράνιον πῦρ τοιοῦτόν ἐστιν ζωτικὸν μᾶλλον, οὐ καυστικόν· ὥστε κίνδυνος οὐδείς, μὴ καταφλέξῃ τὰ ἐντὸς πάντα. ἄλλως τε οὐδὲ μόνως ἐκ πυρὸς εἶπε τὸν οὐρανὸν συνεστάναι Πλάτων, ἀλλὰ πλείστου πυρὸς μετέχειν ὡς πρὸς τὴν ἀναλογίαν τῶν λοιπῶν στοιχείων ἢ τῶν λοιπῶν συνθέτων σωμάτων· ὥστε τῇ μίξει κολάζεσθαι τοῦ πυρὸς τὴν ἀκρότητα. προσθείην δ' ἂν ἔτι καὶ τέταρτον, ὅτι καὶ καθαρωτάτη καὶ λεπτομερεστάτη ἡ τοῦ πυρὸς ἐκείνου φύσις ἐστίν. ὁρῶμεν δέ, ὅτι καὶ αὐτὴ ἡ φλὸξ ὑπερβολὴ οὖσα πυρὸς καὶ οὐ τὸ ζωτικόν τε καὶ φυσικὸν πῦρ, ὁπηνίκα λεπτομερεστέρα ὑπάρχει, ἢ οὐδ' ὅλως ἢ παντελῶς βραχυτάτου τοῦ καυστικοῦ μετέχειν, οἵα ἐστὶν ἡ ἀστραπή. καὶ τὸ παρ' ἡμῖν δὲ πῦρ, ὡς στερεωτέρας ὕλης ἐπιλαμβάνεται, καὶ παχυμερέστερον ὂν καυστικὸν μᾶλλόν ἐστιν· οὐ γὰρ οὕτω καίει φλὸξ ἡ ἐκ στυππείου φέρε ἐξ-