Ancient Greek · ~5 min
Page 519
Joannes Philoponus Phil., De aeternitate mundi 519
Not analysed yet
αφθέντος ἢ ἡ ἐκ παπύρου ὡς ἡ ἐκ ξύλων, καὶ τούτων ἡ ἐκ δρυίνων μᾶλλον. ἀλλὰ δὴ καὶ δι' αὐτῆς μὲν τῆς φλογὸς πολλάκις διαγαγεῖν τὴν χεῖρα δυνάμεθα, ἄνθρακος δὲ οὐδὲ ἐφάψασθαι. καὶ ἄνθρακος δὲ ἧττον θιγεῖν δυνατὸν τοῦ ἐκ στερεωτέρας ὑπάρχοντος ὕλης· μᾶλλον γὰρ τοῦ ἐκ θρυαλλίδος καὶ τοῦ ἐκ παπύρου ἄνθρακος θιγεῖν δυνάμεθα ἤπερ τοῦ ἐκ ξύλων, καὶ τούτου πάλιν μᾶλλον ἤπερ σιδήρου πεπυρακτωμένου, σχεδὸν δὲ οὐδὲ πλησιάσαι τούτῳ δυνάμεθα. εἰ οὖν τὸ παχυμερέστερον πῦρ καίει μᾶλλον, λεπτομερέστατον δὲ καὶ καθαρώτατον ὡς ἔνι μάλιστα τὸ οὐράνιον πῦρ καὶ οὐδὲ ὑπερβολὴ πυρὸς οὐδὲ φλὸξ ἀλλ' αὐτὸ τὸ στοιχειῶδές τε καὶ ζωτικὸν πῦρ, πῶς οὐκ ἂν πολλῷ τοῦ κάειν τε καὶ φθείρειν ἀποδέοιτο, ζωοποιὸν δὲ μᾶλλον ἂν εἴη ὡς καὶ τὸ ἐν τοῖς ζῴοις ἔμφυτον θερμὸν καλούμενον, οἷόν ἐστιν καὶ τὸ πῦρ τὸ αἰθέριον. ειʹ. Ἐκ μὲν οὖν τοῦ γνῶναι τὴν Πλάτωνος διάνοιαν, ὡς ἐκ τῶν τεσσάρων στοιχείων οἴεται τὸ πᾶν συνεστάναι καὶ αὐτὸν τὸν οὐρανόν, ἱκανὰ καὶ ταῦτα· ἐφεξῆς δὲ καὶ τῶν αὐτὸν ὑπομνηματισαμένων φιλοσόφων ὀλίγας παραθέσθαι χρήσεις ἄξιον. Ἀττικὸς μὲν οὖν καὶ Πλούταρχος ἐάσθων καὶ εἴ τις ἄλλος γενητὸν εἶναι κατὰ χρόνον τὸν κόσμον ὑπὸ Πλάτωνος λέγεσθαι ἀπεφήνατο· μάρτυρες δὲ ἡμῖν ἔστωσαν μόνοι τοῦ, ὅτι Πλάτων ἐκ τῶν τεσσάρων στοιχείων