Ancient Greek · ~5 min
Page 520
Joannes Philoponus Phil., De aeternitate mundi 520
Not analysed yet
τὸν πάντα κόσμον συνεστάναι βούλεται, ὅσοι τῆς τοῦ ἀίδιον εἶναι αὐτὸν κατὰ Πλάτωνα δόξης ἐγένοντο. Ταύρου τοῦ Πλατωνικοῦ ἐκ τοῦ πρώτου τῶν εἰς τὸν Τίμαιον ὑπομνημάτων προκειμένης τῆς παρ' ἡμῶν προεκτεθείσης τοῦ Πλάτωνος περικοπῆς ‘σωματοειδὲς δὴ καὶ ὁρατὸν ἁπτόν τε τὸ γενόμενον’ καὶ τῶν ἑξῆς. ‘Ὁ δημιουργὸς ἤρχετο τῆς συστάσεως τοῦ κόσμου ἐκ πυρὸς καὶ γῆς, δεῖ δὲ τὸ γενησόμενον σωματοειδὲς ἀντιτυπητικὸν εἶναι καὶ ὁρατόν. τὸ μὲν εἶναι ὁρατὸν ἐκ τοῦ πυρὸς αὐτῷ γίνεται, τὸ δὲ ἁπτὸν ἐκ τῆς γῆς· καθ' ἕκαστον γὰρ στοιχεῖον αἴσθησις, κατὰ τὸ πῦρ ἡ ὅρασις (ὁρατοῦ ὅρασις, ὁρατὸν δὲ χρῶμα), κατὰ τὴν γῆν ἡ ἁφή (ἁπτοῦ ἁφή), κατὰ τὸ ὕδωρ ἡ γεῦσις (γευστοῦ γεῦσις), κατὰ τὸν ἀέρα ἡ ἀκοή (ἀκουστοῦ ἀκοή). τί οὖν; τῇ ὀσφρήσει ποῖον ἀπονεμοῦμεν στοιχεῖον; ἀναμέσον τοῦ ὕδατος καὶ τοῦ ἀέρος, ὡς κατὰ τὸν τόπον γενόμενοι ἐροῦμεν. Θεόφραστός φησιν ‘εἰ τὸ ὁρατὸν καὶ τὸ ἁπτὸν ἐκ γῆς καὶ πυρός ἐστιν, τὰ ἄστρα καὶ ὁ οὐρανὸς ἔσται ἐκ τούτων· οὐκ ἔστιν δέ’. ταῦτα λέγει εἰσάγων τὸ πέμπτον σῶμα τὸ κυκλοφορητικόν. ὅταν οὖν ἐκεῖνο παραστήσῃ, ὅτι ἔστιν, τότε πρὸς ταῦτα ἐνιστάσθω’. σκοπεῖν ἄξιον, πῶς οὐ μόνον ἀληθὲς οἴεται Πλάτωνα ἐκ τῶν τεσσάρων μόνων στοιχείων συγκεῖσθαι τὸν κόσμον λέγειν ὁ τούτου ἐξηγητὴς Ταῦρος, ἀλλὰ καὶ Θεοφράστῳ μάχεται λέγοντι