Ancient Greek · ~5 min
Page 53
Joannes Philoponus Phil., De aeternitate mundi 53
Not analysed yet
ϛʹ. Ἐπισκοπεῖν δὲ ἄξιον, ὅπως καὶ ἐν αὐτῇ τῇ τοῦ ἀξιώματος λήψει ἱκανὰς ἑαυτῷ παραλογισμῶν ἀφορμὰς ὁ φιλόσοφος ὑποτίθεται. ἵνα γὰρ συνεῖραι τὸν πολὺν τῶν δημιουργῶν φλήναφον δυνηθείη τοῦ δυνάμει δημιουργοῦ δεομένου ἄλλου τινὸς ἐνεργείᾳ δημιουργοῦ τοῦ καὶ τοῦτον ποιοῦντος ἐνεργείᾳ δημιουργὸν κἀκείνου πάλιν διὰ τὸ τὸν πρότερον δυνάμει εἶναι καὶ αὐτοῦ δυνάμει ὄντος καὶ δεομένου τρίτου τινὸς ἐνεργείᾳ ὄντος δημιουργοῦ καὶ τούτου πάλιν ἄλλου καὶ οὕτως ἐπ' ἄπειρον ἀναγάγῃ τὸ ἄτοπον, εἰπὼν <πᾶν> τὸ δυνάμει δεῖσθαι ἑτέρου τινὸς ἐνεργείᾳ ὄντος τοῦ ἄγοντος αὐτὸ εἰς ἐνέργειαν τοιοῦτόν φησιν εἶναι δεῖν τὸ ἐνεργείᾳ, ὁποῖον δυνάμει ἐστὶν ἐκεῖνο, οἷον, εἴ τι θερμὸν εἴη δυνάμει, καὶ τὸ τελειωτικὸν τοῦ δυνάμει θερμοῦ ἐνεργείᾳ εἶναι θερμόν. τοῦτο δὲ ἐπὶ τινῶν μὲν ἀληθές ἐστιν (τὸν γὰρ δυνάμει γραμματικὸν ὁ ἐνεργείᾳ γραμματικὸς ποιεῖ ἐνεργείᾳ γραμματικὸν καὶ τὸ πῦρ ἐνεργείᾳ ὂν θερμὸν μεταβάλλει τὸ ὕδωρ δυνάμει ὂν θερμὸν καὶ ποιεῖ ἐνεργείᾳ εἶναι θερμόν), οὐκ ἐπὶ πάντων δὲ ὁ λόγος οὗτός ἐστιν ἀληθής· ἀλλὰ δεῖ μὲν ἐνεργείᾳ τινὸς ἴσως τοῦ ἄγοντος τὸ δυνάμει εἰς τὴν οἰκείαν ἐνέργειαν, οὐ μὴν πάντως τὸ ἐνεργείᾳ ἀνάγκη εἶναι τοιοῦτον ἐνεργείᾳ, οἷον δυνάμει ἐστὶν τὸ ὑπ' αὐτοῦ ἀγόμενον εἰς ἐνέργειαν. τὰ γὰρ ξύλα δυνάμει ναῦν ὄντα ποιεῖ ἐνεργείᾳ ναῦν οὐχ ἡ κατ' ἐνέργειαν ναῦς ἀλλ' ὁ κατ' ἐνέργειαν ναυπηγός· οὐδὲ γὰρ οἱ ἐν τῷ ναυπηγῷ δημιουργικοὶ τῆς νεὼς