Ancient Greek
Page 530
Joannes Philoponus Phil., De aeternitate mundi 530
Not analysed yet
οὐρανὸν συνεστάναι ἀλλ' ἤδη προεισηγησαμένου περὶ τοῦ πέμπτου σώματος ὑπόληψιν, ἐξ οὗ τὸ οὐράνιον εἶναί φησιν ἐκεῖνος, διά τε τὸ διάφορον τῆς κινήσεως καὶ τὸ μηδὲν ὑπὸ τούτων φαίνεσθαι πάσχοντα, τὴν ἐκείνου δόξαν ὁ Πλάτων ἀποκρουόμενος οὐδενὶ συγχωρεῖν ἔφη καλλίω τούτων τῶν τεσσάρων ὁρώμενα σώματα εἶναί που καθ' ἓν γένος ἕκαστον, μονονουχὶ λέγων, ὅτι, εἰ καὶ ἔστιν κάλλιον τὸ οὐράνιον σῶμα τῶν στοιχείων διὰ τὰς ἐξαιρέτους ἐν αὐτῷ δυνάμεις, ἀλλὰ οὐχὶ τῷ ἑτέρας εἶναι σωμάτων φύσεως τοιοῦτόν ἐστιν ἀλλὰ τῷ τε ἐκ τῆς τούτων καθαρωτάτης τε καὶ λεπτομερεστάτης συνεστάναι μοίρας καὶ τῇ τῆς ἀρίστης κράσεως ἀρρήτῳ ἀιδιότητι· καὶ γὰρ ἐν τοῖς παρ' ἡμῖν συνθέτοις σώμασιν τοῖς ὁμολογουμένως ἐκ τῶν στοιχείων τούτων συνεστῶσι πολλὰ καὶ θαύματος ἄξια ὑπὸ τῆς φύσεως ἐγγίνεται, ὧν οὐδὲν ἐν τοῖς ἁπλοῖς ἐνυπάρχον φαίνεται· δυνάμεις τε γὰρ μυρίαι καὶ λόγου κρείττονες ὑπὸ τῆς διαφόρου κράσεως τοῖς συνθέτοις ἐγγεννῶνται σώμασιν συμπάθειαί τε ἄλλων πρὸς ἄλλα καὶ ἀντιπάθειαι χρωμάτων τε καὶ ποιοτήτων ἄπειροι διαφοραὶ κινήσεών τε καὶ ἀλλοιώσεων ἐξηλλαγμένα εἴδη, ὡς ἡ πεῖρά τε αὐτὴ καὶ οἱ τὰ φυσικὰ ἡμῖν ἱστορήσαντες γράφουσιν, ὧν οὐ καιρὸς μνήμην ἐν τῷ νῦν ποιεῖσθαι· τί οὖν θαυμαστόν, εἰ καὶ ἐν τῷ οὐρανίῳ σώματι διά τε τὴν τῶν συνθέτων στοιχείων καθαρότητά τε καὶ λεπτομέρειαν καὶ διὰ τὴν τῆς κράσεως ἀρίστην συμμετρίαν ἰδιότητές τινες ἄρρητοι ὥσπερ καὶ ἐν ἄλλοις ἐγγεγόνασιν,