Ancient Greek · ~6 min
Page 54
Joannes Philoponus Phil., De aeternitate mundi 54
Not analysed yet
λόγοι ἤδη καὶ ναῦς εἰσιν κατ' ἐνέργειαν. πάλιν τὸ δυνάμει γλυκὺ ἢ πικρὸν ἢ ἐρυθρὸν οὐ πάντως ὑπὸ τοῦ ἐνεργείᾳ γλυκέος ἢ πικροῦ ἢ ἐρυθροῦ εἰς ἐνέργειαν ἄγεται· τὸ γὰρ ὕδωρ, ᾧ ἀρδεύεται τὰ φυτά, δυνάμει ἑκάστην ἔχει ποιότητα, εἰς ἣν μεταβάλλει τοῖς φυτοῖς ἑνούμενον, καὶ οὐ δήπου κατ' ἐνέργειάν τι γλυκὺ ὑπάρχον ἢ πικρὸν ἢ ἐρυθρὸν μεταβάλλει τὸ ὕδωρ εἰς τὸ γενέσθαι ἐνεργείᾳ τοιοῦτον ἀλλ' οἱ ἐν τῇ φύσει δημιουργικοὶ λόγοι ἐνεργείᾳ ὄντες, καὶ τὸ δυνάμει σκληρὸν ὑπὸ τοῦ ψυχροῦ γίνεται ἐνεργείᾳ σκληρὸν οὐκ ὄντος τοῦ ψυχροῦ ἐνεργείᾳ σκληροῦ ἀλλ' ἐνεργείᾳ ψυχροῦ. ὥστε κἀνταῦθα, ἵν', ὡς εἰρήκαμεν, χώραν εὕροι δημιουργοὺς δημιουργῶν συνεῖραι, τὴν τοιαύτην προσθήκην τῷ ἀξιώματι προσέθηκεν, λέγω δὴ τὸ δεῖν τὸ ἐνεργείᾳ, ὅπερ ἄγει τὸ δυνάμει εἰς ἐνέργειαν, τοιοῦτον εἶναι ἐνεργείᾳ, οἷον δυνάμει ἐκεῖνό ἐστιν. ζʹ. Μήποτε δὲ οὐδὲ τὸ δύναμιν ἔχον πάντως εἴς τι καὶ ἐπιτηδειότητα ἑτέρου δέεται τοῦ δυνάμει αὐτὸ εἰς ἐνέργειαν ἄγοντος. ἐνδέχεται γὰρ καὶ αὐτὸν ἑαυτῷ τινα αἴτιον εἶναι τῆς ἐκ τοῦ προτέρου δυνάμει εἰς τὸ ἐνεργείᾳ μεταβολῆς· δύο γὰρ ὁδοὶ τῷ ὄντι εἰς ἐπιστήμην κατὰ Πλάτωνα, μάθησις καὶ εὕρεσις, ὡς ἐν Ἀλκιβιάδῃ φησίν· δῆλον οὖν, ὅτι ὁ πρῶτος εὑρὼν τέχνην τινὰ ἢ ἅπασαν ἢ τὰ μέρη αὐτῆς οἷον ὁ πρῶτος εὑρὼν ξύλων πρίσιν, πρὶν εὕρῃ, δυνάμει ὢν πρίστης, κατὰ τὸ πρότερον δυνάμει γέγονεν ἐνεργείᾳ πρίστης οὐχ ὑφ' ἑτέρου τινὸς ἐνεργείᾳ ὄντος πρίστου