Ancient Greek · ~4 min
Page 537
Joannes Philoponus Phil., De aeternitate mundi 537
Not analysed yet
μέν, ὅτι ἐγγύς πως καὶ αὐτὸ μιμεῖται σφαῖραν, καὶ τὸ πᾶν δὲ μία ἐστὶν στερεὰ σφαῖρα· ἔπειτα ὥσπερ τὸ δωδεκάεδρον ἐκ δώδεκα πενταγώνων σύγκειται, οὕτως καὶ ὁ πᾶς κόσμος ἐκ δώδεκα τῶν μεγίστων μερῶν συνέστηκεν, τεσσάρων μὲν τῶν στοιχείων, ἑπτὰ δὲ τῶν πλανωμένων σφαιρῶν καὶ μιᾶς τῆς ἀπλανοῦς (οὐδὲ γὰρ οἶδε Πλάτων τὴν ἐνάτην σφαῖραν τὴν ἄναστρον τὴν ὑπὸ τοῦ Πτολεμαίου ἐπινενοημένην, ἀλλ' ὀκτὼ τὰς πάσας εἶναι βούλεται, ὡς ἐκ τῆς ψυχογονίας αὐτοῦ σαφῶς ἐδείξαμεν). καὶ ἄλλας μὲν οὖν αἰτίας οἱ ὑπομνηματισάμενοι ἀποδεδώκασιν τοῦ τὸ δωδεκάεδρον τῷ παντὶ κόσμῳ προσοικειῶσαι τὸν Πλάτωνα· ἀλλ' ἵνα μὴ ἐπιπλέον ἐν τοῖς μὴ ἀναγκαίοις τὸν λόγον μηκύνωμεν, ἐνταῦθα καὶ τὰ περὶ τούτων ἡμῖν πέρας ἐχέτωσαν μηδεμιᾶς ὀχλήσεως μηδὲ ἐκ τούτου γινομένης τῷ Πλάτωνι, ὡς ἐκ τοῦ πέμπτου στοιχείου τὰ κατ' οὐρανὸν συνίστησιν σώματα, ἤδη διὰ πλειόνων προαποδεδειγμένου, ὅτι τε σύνθετα αὐτὰ ἐκ τῶν τεσσάρων εἶναι βούλεται καὶ ὅτι οὐδὲ ἐνδέχεσθαι οἴεται ἕτερον ἁπλοῦν σῶμα φυσικὸν παρὰ τὰ τέσσαρα εἶναι στοιχεῖα. Τέλος λύσεως τοῦ τρισκαιδεκάτου λόγου.