Ancient Greek · ~5 min
Page 538
Joannes Philoponus Phil., De aeternitate mundi 538
Not analysed yet
Πρόκλου διαδόχου λόγος τεσσαρισκαιδέκατος. "Τεσσαρισκαιδέκατος· πᾶς τεχνίτης ἢ αὐτὸς ὑφίστησιν τὴν ὕλην, οὗ ἐστιν αἴτιος, ἢ ποιεῖ οὖσαν εὐεργόν. κἂν ποιῇ δ' εὐεργὸν οὖσαν, ὕλην αὐτὸς ποιεῖ· τὸ γὰρ εὐεργὸν ὕλην δείκνυσιν, ἀλλ' οὐχ ἁπλῶς τὸ ὑποκείμενον· ἕως γοῦν ἐστιν μὴ εὐεργός, οὐκ ἔχει τὴν ὕλης δύναμιν· εἴτε οὖν ὑφίστησιν τὴν οἰκείαν ὕλην εἴτε οὖσαν ὡς ὑποκείμενον ἔχουσαν εὐεργὸν ποιεῖ, αὐτὸς ὕλην ποιεῖ τοῦ οἰκείου ἔργου πάντως. εἰ δ' ἕκαστος τῶν μερικῶν τεχνιτῶν οὕτως, πολλῷ μᾶλλον ὁ θεῖος τεχνίτης ποιεῖ τὴν οἰκείαν ὕλην, αὐτὸ τοῦτο ὕλην ὑφιστὰς ἢ εὐεργὸν ἀποτελῶν, ἵνα μὴ τῶν τῇδε τεχνιτῶν ἀτιμότερος ᾖ δανειζόμενος ὕλην, ἣν οὐκ ἀποδώσει μὴ ὑποστήσας αὐτήν, καίτοι τῶν παρ' αὐτοῦ δανειζομένων ὕλην εἰς τὴν γένεσιν τῶν θνητῶν ἀποδιδόντων τὰ δανεισθέντα μόρια. τὴν οὖν πρώτην ὕλην, ἣν ὁρίζεται γενέσεως ὑποδοχὴν καὶ τιθήνην, ἐπειδὴ τεχνίτης ἐστὶν τοῦ παντός, ὅ ἐστιν γένεσις, αὐτὸς ὑπέστησεν καὶ γενέσεως ὑποδοχὴν ἐποίησεν· οὐ γὰρ ἄλλο ἔχει τὸ εἶναι ἢ τὸ ὕλη εἶναι, εἴπερ ὅρος αὐτῆς τὸ εἶναι γενέσεως ὑποδοχήν. ὥστε εἴτε εὐεργὸν ἐποίησεν, γενέσεως ὑποδοχὴν αὐτὸς ἐποίησεν (τοῦτο δ' ἦν τὸ εἶναι ὕλην), εἴτε ὑπέστησεν αὐτόθεν ὕλην, ἐποίησεν τὴν ὕλην ὁ τοῦ παντὸς τεχνίτης. διὸ καὶ πᾶς τεχνίτης τούτων ποιεῖ θάτερον· ὁπότερον δ' ἂν ποιῇ τούτων, ὕλην ποιεῖ, καθάπερ