Ancient Greek · ~6 min
Page 539
Joannes Philoponus Phil., De aeternitate mundi 539
Not analysed yet
εἴπομεν. εἰ δ' οὖν τὴν ὕλην τὴν τῆς γενέσεως ὑποδοχὴν αὐτὸς ἐποίησεν ὁ τοῦδε τοῦ παντὸς τεχνίτης, ἢ καὶ τὰ ἴχνη τῶν εἰδῶν αὐτὸς ὑπέστησεν, ἀφ' ὧν ἐγίνετο πλημμελῶς καὶ ἀτάκτως κινουμένη καθ' ἑαυτὴν ἀκίνητος οὖσα καὶ παντελῶς ἀνείδεος, ἢ ἀλλαχόθεν εἰς τὴν ὕλην ἥκειν ταῦτα φήσομεν ἀπό τινος ἄλλου νοητοῦ καὶ αὐτοῦ θεοῦ. εἰ μὲν οὖν αὐτὸς τῶν ἰχνῶν τούτων αἴτιος, πῶς οὐκ ἀτοπώτατον ποιεῖν μὲν εὐεργὸν τὴν ὕλην εἰς τὴν τῆς γενέσεως ὑποδοχήν, διδόναι δὲ ταῦτα, ἀφ' ὧν οὐκ εὐεργὸς ἔμελλεν ἀλλὰ δυσεργὸς ἔσεσθαι πρὸς τὴν τῆς γενέσεως ὑπόστασιν; τὸ γὰρ ἄτακτον τῷ τεταγμένῳ μάχεται· ἡ δὲ ὑποδοχὴ τῆς γενέσεως οὐ μάχεται πρὸς τὴν τεταγμένην γένεσιν. εἰ δὲ ἄλλος τις τῶν ἰχνῶν αἴτιος, πῶς οὐκ ἄλογον αὐτὸν μὲν εὐεργὸν ποιεῖν, ἐκεῖνον δὲ δυσεργόν, αὐτὸν δὲ περιμένειν γενέσθαι πρότερον δυσεργόν, ἣν ἐποίησεν εὐεργόν, ἵν' ὕστερον ποιήσῃ καὶ τοῦτο, οὗ ἕνεκα εὐεργὸν ἐποίει τὴν ὕλην, ὥσπερ οὐκ ὂν δυνατὸν τὸ ἐπιτήδειον τελειοῦν μὴ γενόμενον ἀνεπιτήδειον· εἰ μὲν γὰρ εὐεργὸν ἐποίει πρὸς τὸ τὰ ἴχνη δέξασθαι μόνα τῶν εἰδῶν αὐτὰ καθ' αὑτά, ἄτοπον (ἔσται γὰρ εὐεργὸν ποιῶν πρὸς τὸ ἄτακτον γενέσθαι γένεσιν), εἰ δὲ πρὸς <τὸ> τὴν τεταγμένην δέξασθαι γένεσιν, πῶς, ἐξὸν ἅμα τῷ εὐεργὸν ἀποτελέσαι τὴν τοιαύτην ὑποστῆσαι γένεσιν, περιέμενεν γενέσθαι τὴν ἑτέραν, ἵν' οὕτως ἐνθῇ τῷ ἀτάκτῳ τάξιν, ὥσπερ ἄνευ ἀταξίας τάξιν ὑποστῆσαι μὴ δυνάμενος; εἰ δὴ ταῦτα ἄτοπα