Ancient Greek · ~5 min
Page 540
Joannes Philoponus Phil., De aeternitate mundi 540
Not analysed yet
καὶ οὐ πρότερα τὰ ἴχνη τῶν εἰδῶν τῆς ἐπ' αὐτοῖς τάξεως, ἀγένητον δὲ μετὰ τῶν ἰχνῶν τὸ ὑποκείμενον, ἀγένητος καὶ ἡ ἐπ' αὐτοῖς τάξις καὶ οὐ πρότερόν τι καὶ ὕστερον τούτων. ἀλλὰ μὴν οὐδὲ ὕλη πρότερον, εἶτα ἡ τῶν ἰχνῶν γένεσις· τὸ γὰρ εἶναι αὐτῆς ὕλη ἐστὶν εἶναι αὐτῇ· ἐν αὐτῇ οὖν ἐστιν καὶ τὰ ἴχνη, ἀφ' οὗ ἐστιν ὕλη, καὶ οὐ προτέρα τῶν ἰχνῶν· ἅμα γὰρ αὐτὴ ἐπιτηδεία λαβεῖν καὶ τὸ διδὸν ἐνδίδωσιν τὰ ἴχνη αὐτῷ τῷ εἶναι διδόν. εἰ οὖν ἀγένητός ἐστιν καὶ ἄφθαρτος ἀεὶ οὖσα, ἀεὶ εἶχεν τὰ ἴχνη τῶν εἰδῶν. ἀλλὰ μὴν ἅμα τούτοις καὶ ἡ τάξις, ὡς δέδεικται· ἡ τάξις ἄρα ἀγένητός ἐστιν καὶ ἄφθαρτος καὶ τῶν τριῶν οὐδὲν πρῶτον οὐδὲ δεύτερον οὐδὲ τρίτον, πλὴν εἰ τῇ ἐπινοίᾳ μόνον· ὥστ' ἀρθείσης τῆς ἐπινοίας ἅμα πάντα ἐστίν, ἡ ὕλη, τὰ ἴχνη, ἡ τάξις. ἀφ' οὗ δὲ τάξις ἐστίν, καὶ κόσμος ἐστίν· ὥστ' ἀγένητος ἂν εἴη καὶ ἄφθαρτος." Κεφάλαια τῆς λύσεως τοῦ τεσσαρισκαιδεκάτου λόγου. αʹ. Ἐξήγησις τῆς διανοίας τοῦ τεσσαρισκαιδεκάτου ἐπιχειρήματος. βʹ. Ὅτι οὐδὲν τὸ σύνολον πραγματειῶδες ἔχει τὸ προκείμενον ἐπιχείρημα. καὶ ὅτι, εἰ καὶ πᾶσιν τοῖς ἐν τούτῳ λεγομένοις συγχωρήσωμεν, μόνῳ δὲ τῷ εἶναι τὴν ὕλην ἀίδιον ἐνστῶμεν ὡς ἤδη ἐληλεγμένῳ, οὐκέτι συνάγεται τὸ ἀίδιον εἶναι τὸν κόσμον.