Ancient Greek · ~5 min
Page 55
Joannes Philoponus Phil., De aeternitate mundi 55
Not analysed yet
ἀλλ' αὐτὸς ἑαυτὸν ἐκ δυνάμεως εἰς ἐνέργειαν ἀγαγών. τί δ' ἂν εἴποις ἐπὶ τοῦ σκυλακίου τοῦ ἀρτιγενοῦς; δυνάμει γὰρ ὁρατικὸν ὂν ἢ ὑλακτικὸν οὐχ ὑφ' ἑτέρου τινὸς ἐνεργείᾳ ὄντος ἄγεται εἰς τὸ κατ' ἐνέργειαν ὁρᾶν ἢ ὑλακτεῖν, ἀλλ' αὐτὸ ὑπὸ τῆς ἑαυτοῦ φύσεως τελειοῦται· εἰ μή τις ἐπὶ μὲν τοῦ προτέρου τὸν καθόλου νοῦν αἰτιᾶται τοῦ τὸν δυνάμει νοῦν εἰς ἐνέργειαν μεταβάλλειν, ἐπὶ δὲ τοῦ δευτέρου τὴν καθόλου φύσιν· ἀλλ' εἰ καὶ τοῦτο συγχωρήσωμεν, οὐκ ἂν εἴποι τις οὔτε τὸν καθόλου νοῦν ἐνεργείᾳ πρίστην ἢ οἰκοδόμον ἤ τι τοιοῦτον εἶναι οὔτε τὴν καθόλου φύσιν ἐνεργείᾳ ὁρατικὴν ἢ ὑλακτικὴν ἀλλ' ἁπλῶς ἐνεργείᾳ, ἵνα μὴ ἐπιπλέον ἐκτείνω τὸν λόγον ζητῶν περὶ μὲν τοῦ καθόλου νοῦ, διὰ τί τινῶν μὲν τὸ δυνάμει ἄγει εἰς ἐνέργειαν, τινῶν δὲ οὔ, περὶ δὲ τῆς καθόλου φύσεως, εἰ ἔστιν ὅλως καὶ ἐν τίνι τὸ εἶναι ἔχει· οὐ γὰρ ἔστιν ἕν τι καθόλου σῶμα κοσμικὸν παρ' ἕκαστον τῶν κατὰ μέρος· ὥστε οὐδὲ φύσις ἔστιν καθόλου· τὸ γὰρ καθόλου κατὰ Ἀριστοτέλην ἢ οὐδέν ἐστιν ἢ ὑστερογενὲς καὶ ἐν τῇ ἐπινοίᾳ τῇ ἡμετέρᾳ τὸ εἶναι ἔχον, εἰ μὴ καθόλου φύσιν τις λέγοι τὴν σύμπνοιάν τε καὶ πρὸς ἄλληλα ἁρμονίαν τῶν τοῦ κόσμου μερῶν. Τέλος λύσεως τοῦ τρίτου λόγου. Πρόκλου διαδόχου λόγος τέταρτος. "Τέταρτος· πᾶν τὸ ἐξ ἀκινήτου γινόμενον αἰτίου κατὰ τὴν ὕπαρξιν ἀκίνητόν ἐστιν· εἰ γὰρ τὸ ποιοῦν