Ancient Greek · ~5 min
Page 541
Joannes Philoponus Phil., De aeternitate mundi 541
Not analysed yet
γʹ. Ὅτι οὐ παντοκάλως ἐξείληφεν ὁ Πρόκλος τὸ λεγόμενον ὑπὸ Πλάτωνος πλημμελῶς καὶ ἀτάκτως κινεῖσθαι. καὶ Πορφυρίου εἰς τὸν τόπον ἐξήγησις. καὶ ὅτι οὐδ' οὕτως συνάγεται τὸ κατὰ Πλάτωνα ἀγένητον εἶναι τὸν κόσμον. Λύσις τοῦ τεσσαρισκαιδεκάτου λόγου. αʹ. Τὸ προκείμενον τεσσαρισκαιδέκατον ἐπιχείρημα πραγματειῶδες μὲν οὐδὲν ἔχει τὸ σύνολον οὐδὲ πρότασίν τε καὶ ἀρχήν, ᾗ ἄν τις συγχωρήσειεν ὡς ἐκ τῆς τῶν πραγμάτων ὁμολογουμένῃ φύσεως, ἐξ ὑποθέσεων δὲ ὅλον ἀναποδείκτων εἴληπται, ὧν τὰς μὲν Πλάτων ὑπέθετο, τὰς δὲ καὶ αὐτὸς ὁ Πρόκλος ὡς συμφώνους δῆθεν τῇ Πλάτωνος διανοίᾳ συνελογίσατο, ἐξ ὧν λοιπὸν ὑποθέσεων ὡς ἐξ ἀρχῶν Πλατωνικῶν τὸ ἀγένητον εἶναι τὸν κόσμον συνήγαγεν. τοῦ γὰρ Πλάτωνος ἐκ τοῦ πλημμελῶς καὶ ἀτάκτως κινουμένου τὸν τεταγμένον κόσμον γενέσθαι εἰπόντος (‘βουληθεὶς γάρ’, φησίν, ‘ὁ θεὸς ἀγαθὰ μὲν πάντα φλαῦρον δὲ μηδὲν εἶναι κατὰ δύναμιν, οὕτω δὴ πᾶν, ὅσον ἦν ὁρατόν, παραλαβὼν οὐχ ἡσυχίαν ἄγον ἀλλὰ κινούμενον πλημμελῶς καὶ ἀτάκτως, εἰς τάξιν αὐτὸ ἤγαγεν ἐκ τῆς ἀταξίας, ἡγησάμενος ἐκεῖνο τούτου πάντως ἄμεινον’), τί δὲ ἦν τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον, μὴ σαφῶς διαρθρώσαντος Πλάτωνος, ἔτι δὲ καὶ τὴν ὕλην ἀνείδεον μὲν εἶναι λέγοντος ὑποδοχὴν δ' ὅμως καὶ