Ancient Greek · ~5 min
Page 542
Joannes Philoponus Phil., De aeternitate mundi 542
Not analysed yet
τιθήνην γενέσεως, πάλιν δὲ τοῦ αὐτοῦ ὑποθεμένου καὶ λέγοντος, ὡς, ὅταν ἐπεχείρει τὸ πᾶν δημιουργεῖν ὁ θεός, πρῶτον μὲν τὰ στοιχεῖα εἰδοποιήσας διεσχημάτισεν, καὶ πρὶν δὲ τὰ στοιχεῖα γενέσθαι προϋπάρχειν αὐτῶν τὰ ἴχνη ἀλόγως καὶ ἀμέτρως ἔχοντα, ἐντεῦθεν ὁ Πρόκλος ὥσπερ συλλογισάμενος διὰ τὸ πᾶν τὸ γινόμενον ἐξ ὕλης δοκεῖν γίνεσθαι τὴν ὕλην εἶναί φησιν τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον, ἐξ οὗ τὸ τεταγμένον ὁ θεὸς ποιῆσαι παρὰ Πλάτωνι λέγεται· εἶτα ἐπειδὴ παντελῶς ἀνείδεον εἶναι τὴν ὕλην ὁ Πλάτων ὑπέθετο, ἀνείδεος γὰρ οὖσα καὶ πάντῃ ἐστὶν ἀκίνητος μηδὲ πλημμελῶς καὶ ἀτάκτως κινεῖσθαι δυναμένη (τὸ γὰρ ὅλως κινούμενον, κἂν πλημμελῶς κινῆται, εἶδός τι ἔχειν ἀνάγκη), διὰ τοῦτο οὐ παντελῶς ἀνείδεον οὖσαν τὴν ὕλην πλημμελῶς φησιν καὶ ἀτάκτως κινεῖσθαι (αὐτὴ γὰρ καθ' αὑτὴν πάντῃ ἐστὶν ἀκίνητος), ἀλλ' οὐδὲ παντελῶς εἰδοπεποιημένην (οὐ γὰρ ἂν ἔτι πλημμελῶς τε καὶ ἀτάκτως ἐκινεῖτο τέλεια τὰ εἴδη ἔχουσα), ἀλλὰ τὰ εἰρημένα ἴχνη ἀμυδρά τε ὄντα καὶ πρόδρομα τῶν τελείων εἰδῶν δεξαμένην καὶ οἱονεὶ σκιαγραφηθεῖσαν δι' αὐτῶν τὴν ἐσομένην εἰδοποιίαν πλημμελῶς φησιν καὶ ἀτάκτως κινεῖσθαι, ὥσπερ ἂν εἴ τις τὰ μήπω τῶν ἐμβρύων διηρθρωμένως μεμορφωμένα νοήσειεν ἀλλ' ἔτι συγκεχυμένους τῆς διαμορφώσεως τοὺς τύπους ἔχοντα. ὅθεν κινεῖσθαι μέν φησιν τὴν ὕλην ὡς ἤδη τὰ ἴχνη τῶν εἰδῶν δεξαμένην, πλημμελῶς δὲ καὶ ἀτάκτως, κινεῖσθαι δ' αὐτὸ τὸ ἀτελὲς