Ancient Greek · ~6 min
Page 543
Joannes Philoponus Phil., De aeternitate mundi 543
Not analysed yet
τῆς εἰδοποιίας καὶ ἀδιάρθρωτον· εἰ γὰρ τῷ τεταγμένῳ τὸ ἄτακτον ἀντίκειται καὶ τῷ τελείῳ τε καὶ διηρθρωμένῳ τὸ ἀτελές τε καὶ ἀδιάρθρωτον, τὰ δὲ τέλεια εἴδη τῆς τεταγμένης κινήσεώς ἐστιν αἴτια, καὶ τὰ ἀδιάρθρωτα ἄρα καὶ ἀτελῆ καὶ οἱονεὶ ἴχνη τῶν τελείων τῆς ἀτάκτου κινήσεως αἴτια ἔσται. ταύτας οὖν τὰς ὑποθέσεις λαβὼν ὁ Πρόκλος ὁ καὶ πρὸ τούτων δείξας ἐν ἀρχῇ τοῦ λόγου, ὡς καὶ αὐτὴν τὴν ὕλην ὁ τοῦ κόσμου δημιουργὸς καὶ τεχνίτης ἐποίησεν, ἐπεὶ καὶ πᾶς τεχνίτης αὐτὸς ἑαυτῷ τὴν οἰκείαν ὕλην παρασκευάζει, καὶ ὅτι καὶ τὰ πρόδρομα πάλιν τῶν εἰδῶν ἴχνη, ἐξ ὧν πλημμελῶς καὶ ἀτάκτως κινουμένη γέγονεν ἡ ὕλη, αὐτὸς ἐν αὐτῇ ὁ τῆς ὕλης δημιουργὸς ὑπέστησεν, συλλογίζεται ἐφεξῆς, ὡς οὐχ οἷόν τέ ἐστιν κατὰ χρόνον ταῦτα ἀλλήλων διακεκρίσθαι, ὡς πρώτην μὲν τὴν ἀνείδεον ὕλην ὑφίστασθαι, εἶτα ἐφεξῆς αὐτῇ τὰ ἴχνη τῶν εἰδῶν ἐντίθεσθαι καὶ τρίτον τὸ ἄτακτον κοσμεῖσθαί τε καὶ τάττεσθαι, χωρὶς εἰ μὴ τῇ ἐπινοίᾳ, φησίν, ταῦτά τις ἀπ' ἀλλήλων χωρίζοι. ἀτόπου οὖν δειχθέντος τοῦ ἀνὰ μέρος καὶ ἰδίᾳ τούτων θεωρεῖν ἕκαστον (οὔτε γὰρ ἡ ὕλη ποτὲ ἀνείδεος ἦν οὔτε τοῦ τεταγμένου προηγεῖτο τὸ ἄτακτον) ἀνάγκη πᾶσα ἅμα πάντα εἶναι, τὴν ὕλην, τὰ ἴχνη τῶν εἰδῶν, αὐτὰ τὰ τέλεια εἴδη· ἅμα τε γὰρ τῷ εἶναι ἐπιτηδεία ἐστὶν ἡ ὕλη τὰ ἴχνη τῶν εἰδῶν δέξασθαι ὑποδοχὴ γενέσεως οὖσα καὶ ἐν τούτῳ τὸ εἶναι ἔχουσα καὶ εὐθὺς αὐτῇ ταῦτα ἐγγίνεται καὶ ἅμα τῷ παρεῖναι τὰ τῶν εἰδῶν ἴχνη καὶ ἡ τάξις εὐθὺς καὶ τὰ τέλεια