Ancient Greek · ~4 min
Page 549
Joannes Philoponus Phil., De aeternitate mundi 549
Not analysed yet
πραγμάτων ἐχόμεθα ἀποδείξεως καὶ οὐχὶ τὰ δοκοῦντα μόνον Πλάτωνι νῦν ἡμῖν ἐξετάζειν πρόκειται, αὐτοῦ καὶ τοῦτον περιγράφομεν τὸν λόγον, ἵνα μὴ περιττὸν ὄχλον τοῖς ἐντυγχάνουσιν ἐπιφέρωμεν. Τέλος λύσεως τοῦ τεσσαρισκαιδεκάτου λόγου. Πρόκλου διαδόχου λόγος πεντεκαιδέκατος. "Πεντεκαιδέκατος τοίνυν νοείσθω τοιόσδε· τὸ παράδειγμα τοῦ κόσμου τρισὶν τούτοις αὐτὸς ὀνόμασιν ὑμνεῖ, μονογενές, αἰώνιον, παντελές. <τούτων δὲ τὸ μὲν παντελὲς> ὑπάρχει μόνῳ τῷ παντί· τῶν γὰρ ἄλλων οὐδὲν παντελές· διὸ καὶ αὐτὸς τὸν ὅλον φησὶν κόσμον εἰκάσθαι τῷ παντελεῖ ζῴῳ μόνον. τὸ δὲ μονογενὲς οὐδὲ τοῦτο πᾶσιν πάρεστιν, εἰ καὶ τοῖς ἐν οὐρανῷ πᾶσιν· ἕκαστον γὰρ ἐκείνων μονογενές. τὸ δὲ ἀεὶ εἶναι τοῦτο πᾶσιν κοινὸν εἶναι τῶν εἰδῶν ἤ, εἰ μηδὲ τοῦτο, τί πᾶσιν ἥκει κοινὸν οὐχ εὑρήσομεν τοῖς εἴδεσιν. εἰ δὴ πᾶν εἶδος ἔχειν δεῖ τὸ ἀεί (τοῦτο γὰρ εἰκὼν τοῦ αἰωνίου), τί τὸ ἀεί, σκόπει, πότερον τὸ κατὰ τὸν ἄπειρον χρόνον ἐφ' ἑκάτερα ὂν ἢ τὸ κατὰ θάτερα μὲν ἀρχὴν ἔχον κατὰ θάτερα δὲ τελευτήν· εἰ γὰρ τοῦτο εἴη τὸ ἀεί, τί ποτ' ἔσται τὸ τῷ