Ancient Greek · ~5 min
Page 550
Joannes Philoponus Phil., De aeternitate mundi 550
Not analysed yet
αἰωνίῳ ὡμοιωμένον; ἐκεῖνο μὲν γὰρ οὐδαμῇ ἔχει τὸ ποτέ οὐδὲ παράτασιν οὐδὲ τὸ πρότερον καὶ ὕστερον ἀλλὰ τὸ κατ' ἄμφω ἄπειρον, οὐχ ἅμα δὲ τὸ ἄπειρον ἀλλὰ γινόμενον. εἰ δὲ τοῦτό ἐστιν τὸ αἰώνιον, ἢ οὐδέν ἐστιν ἐκείνῳ ὅμοιον ἢ πρὸ πάντων ὁ κόσμος. ἀλλὰ τὸ μηδὲν ἄτοπον, τοῦ δημιουργοῦ ἀρίστου ὄντος καὶ βουλομένου ὅμοια ποιεῖν [ἐν] τῷ παραδείγματι καὶ ποιοῦντος. ὁ ἄρα κόσμος ὅμοιος ὢν μάλιστα τῷ παραδείγματι τὸ ἀεί ἔχει κατ' ἄμφω καὶ οὐ κατὰ θάτερα μόνον. ἔσται οὖν ὁμοίως τῷ παραδείγματι ὅμοιον καὶ τὸ ἄτακτον διὰ τὸ ἀγένητον καὶ τὸ τεταγμένον διὰ τὸ ἄφθαρτον. εἰ οὖν ταῦτα ἀδύνατα καὶ πᾶν τὸ ἀγένητον ἄφθαρτον καὶ πᾶν τὸ ἄφθαρτον ἀγένητον, ἵν' ᾖ τὸ συναμφότερον ὅμοιον τῷ αἰωνίῳ ἀλλὰ μὴ τὸ κατὰ θάτερον ἄπειρον καὶ διὰ τοῦτο οὐδὲν μᾶλλον τοῦ ἀτάκτου τὸ τεταγμένον, κατ' ἄμφω ἄρα τὸ πρὸς τὸ παράδειγμα γεγονὸς ὅμοιον ὤφειλεν εἶναι τῷ παραδείγματι. τὸ δὲ πρὸς τὸ παράδειγμα γεγονός ἐστιν ὁ κόσμος· οὔτε ἄρα γένεσιν ἔχων ἄφθαρτός ἐστιν οὔτε ἀγένητος ὢν ἔχοι ἄν τινα φθοράν (τοῦτο γὰρ κατὰ θάτερον ἄπειρον), ἀλλὰ ἀγένητος ἅμα καὶ ἄφθαρτος καὶ κατ' ἄμφω τὴν ἀπειρίαν ἔχων, ἵν' ᾖ τῷ αἰωνίῳ κατὰ πάντα ὅμοιος παραδείγματι, καθάπερ αὐτός φησιν."