Ancient Greek · ~5 min
Page 56
Joannes Philoponus Phil., De aeternitate mundi 56
Not analysed yet
ἀκίνητον, ἀμετάβλητόν ἐστιν, εἰ δὲ ἀμετάβλητον, αὐτῷ τῷ εἶναι ποιεῖ μὴ μεταβαῖνον ἐκ τοῦ ποιεῖν εἰς τὸ μὴ ποιεῖν μηδὲ ἐκ τοῦ μὴ ποιεῖν εἰς τὸ ποιεῖν· μεταβαῖνον γὰρ ἕξει μεταβολὴν αὐτὴν τὴν ἐκ θατέρου μετάβασιν εἰς θάτερον, εἰ δὲ ἕξει μεταβολήν, οὐκ ἂν εἴη ἀκίνητον. εἴ τι ἄρα ἀκίνητόν ἐστιν, ἢ οὐδέποτε ποιήσει ἢ ἀεί, ἵνα μὴ διὰ τὸ ποτὲ ποιεῖν κινῆται. ὥστ', εἴ τι ἀκίνητον αἴτιόν ἐστίν τινος, οὔτε οὐδέποτε αἴτιον ὂν οὔτε ποτέ, εἴη ἂν ἀεὶ αἴτιον, εἰ δὲ τοῦτο, ἀιδίου ἐστὶν αἴτιον. εἰ τοίνυν τὸ αἴτιον τοῦ παντὸς ἀκίνητόν ἐστιν, ἵνα μὴ κινούμενον ἀτελὲς ᾖ πρότερον ὕστερον δὲ τέλειον (πᾶσα γὰρ κίνησις ἐνέργειά ἐστιν ἀτελής) καὶ ἵνα μὴ κινούμενον χρόνου δέηται χρόνον παράγον, ἀνάγκη τὸ πᾶν ἀίδιον εἶναι ἀπὸ αἰτίου ἀκινήτου γιγνόμενον. ὥστε, εἴ τις εὐσεβεῖν οἰόμενος εἰς τὸν αἴτιον τοῦ παντὸς ἐκεῖνον λέγοι μόνον ἀίδιον τὸν δὲ κόσμον οὐκ ἀίδιον, τοῦτον λέγων οὐκ ἀίδιον ἐκεῖνον ἀποφαίνει κινούμενον ἀλλ' οὐκ ἀκίνητον· κινούμενον δὲ λέγων καὶ οὐκ ἀκίνητον οὐκ ἀεὶ λέγει τέλειον ἀλλὰ ποτὲ καὶ ἀτελῆ διὰ τὸ πᾶσαν εἶναι κίνησιν ἐνέργειαν ἀτελῆ καὶ ἐνδεᾶ τοῦ χείρονος (λέγω δὴ τοῦ χρόνου) δι' αὐτὸ τὸ κινεῖσθαι, ποτὲ δὲ ἀτελῆ λέγων καὶ οὐκ ἀεὶ τέλειον καὶ ἐνδεᾶ τοῦ χείρονος ἀσεβεῖ διαφερόντως· εἴ τις ἄρα εὐσεβεῖν οἰόμενος εἰς τὸν αἴτιον τοῦ παντὸς ἐκεῖνον λέγοι μόνον ἀίδιον, ἀσεβεῖ διαφερόντως."