Ancient Greek · ~5 min
Page 551
Joannes Philoponus Phil., De aeternitate mundi 551
Not analysed yet
Κεφάλαια τῆς λύσεως τοῦ ιεʹ λόγου. αʹ. Ἐξήγησις τῆς διανοίας τοῦ ιεʹ ἐπιχειρήματος. βʹ. Ὅτι οὐκ ὀρθῶς τὴν πρὸς τὸ αἰώνιον τοῦ κόσμου παράδειγμα ὁμοίωσιν ἐξείληφεν ὁ Πρόκλος. καὶ πῶς κατὰ Πλάτωνα ὡμοίωται ὁ κόσμος τῷ αἰωνίῳ παραδείγματι αὐτὸς ἀρχὴν ἔχων τοῦ εἶναι. γʹ. Ὅτι, εἰ ἀκριβῆ τὴν ὁμοίωσιν τοῦ κόσμου πρὸς τὸ παράδειγμα ἀπαιτήσωμεν, οὐδ' ὅλως ὡμοιῶσθαι τῷ παραδείγματι τὸν κόσμον ἐνδέχεται. καὶ ὅτι κατὰ δύναμιν δεῖ τὴν εἰκόνα ὡμοιῶσθαι τῷ παραδείγματι, ὡς καὶ τῶν ὄντων ἕκαστον παραπλήσιον λέγεται θεῷ γεγονέναι κατὰ δύναμιν. Λύσις τοῦ πεντεκαιδεκάτου λόγου. αʹ. Ὁ προκείμενος πεντεκαιδέκατος λόγος ὁ αὐτός ἐστιν σχεδὸν τῷ δευτέρῳ· καὶ ἐν τούτῳ γὰρ καὶ ἐν ἐκείνῳ ἐκ τοῦ ἀεὶ εἶναι κατὰ Πλάτωνα τὸ τοῦ κόσμου παράδειγμα τὸ καὶ τὴν τοῦ παραδείγματος εἰκόνα τὸν κόσμον ἀεὶ εἶναι συνελογίσατο, ἀλλ' ἐκεῖ μὲν ἐκ τοῦ πρὸς ἄλληλα εἶναι τὴν εἰκόνα καὶ τὸ παράδειγμα καὶ μὴ δύνασθαι <θάτερον εἶναι θατέρου μὴ ὄντος> (θατέρου οὖν ἀεὶ ὄντος, τοῦ παραδείγματος, καὶ τὸ λοιπόν, τὴν εἰκόνα, φησίν, ἀεὶ εἶναι ἀνάγκη), ἐνταῦθα δὲ ἐκ τοῦ δεῖν πάντως, ὡς δοκεῖ Πλάτωνι, ὁμοίαν εἶναι τὴν εἰκόνα τῷ παραδείγματι. τὸ δὲ παράδειγμα τοῦ κόσμου, φησίν, τρισὶν ἐξυμνεῖ τούτοις ὀνό-