Ancient Greek · ~6 min
Page 552
Joannes Philoponus Phil., De aeternitate mundi 552
Not analysed yet
μασιν ὁ Πλάτων, παντελὲς αὐτὸ καλῶν, μονογενές, αἰώνιον. εἰ οὖν κατὰ τὸ παντελὲς τῷ ἑαυτοῦ παραδείγματι, φησίν, ὡμοίωται, εἴπερ ὅλον ἐστὶν καὶ πᾶν ὁ κόσμος ἐν αὑτῷ πάντα περιέχων καὶ οὐδὲν ἀπολελοιπὼς ἔξωθεν, ἀλλὰ δὴ καὶ εἷς ἐστιν καὶ μονογενής (‘ἵνα γάρ’, φησὶν Πλάτων, ‘τόδε κατὰ τὴν μόνωσιν ὅμοιον εἴη τῷ παντελεῖ ζῴῳ, διὰ ταῦτα οὔτε δύο οὔτε ἀπείρους ἐποίησεν ὁ ποιῶν κόσμους, ἀλλ' εἷς ὅδε μονογενὴς γεγονὼς οὐρανὸς ἔστιν καὶ ἔσται’), ἀνάγκη οὖν δήπου, φησὶν ὁ Πρόκλος, καὶ κατὰ τὸ τρίτον ὡμοιῶσθαι τὸν κόσμον τῷ παραδείγματι, λέγω δὴ τὸ ἀεί. πῶς οὖν, φησίν, ὁμοιωθείη ἂν κατὰ τοῦτο; πότερον κατὰ τὸν ἄπειρον χρόνον ἐφ' ἑκάτερα ὢν ἢ ἐπὶ θάτερα μόνον ἔχων τὸ ἄπειρον, κατὰ τὸ τέλος, ὥς φησιν ὁ Πλάτων, κατὰ δὲ τὴν ἀρχὴν οὐκέτι; ἀλλ' εἴπερ ἐκεῖνο αἰώνιον ὑπάρχον μήτε ἀρχὴν τοῦ εἶναι μήτε τέλος ἔχῃ, δηλονότι οὐ τὸ κατὰ θάτερα ἄπειρον αὐτῷ ὡμοίωται ἀλλὰ τὸ κατ' ἄμφω. ὥστε, φησίν, εἴπερ ὅμοιος τῷ παραδείγματι κατὰ τὸ ἀεί ὁ κόσμος ἐστίν, ἐφ' ἑκάτερα ἕξει τὸ ἄπειρον οὔτε ἀρχὴν τοῦ εἶναι οὔτε τέλος ἔχων. ὅτι μὲν οὖν, εἴπερ καὶ εἶναί τις κατὰ Πλάτωνα τὰς ἰδέας καὶ τὰ παραδείγματα συγχωρήσειεν, οὐκ ἀνάγκη ἅμα ἢ εἶναι ἢ μὴ εἶναι τὰς τοιαύτας εἰκόνας τοῖς παραδείγμασιν, εἴρηται ἐν ἐκείνοις· νῦν δὲ οὐ πρὸς αὐτὰ τὰ πράγματα ἀλλὰ πρὸς ὑποθέσεις Πλάτωνος ἡμῖν ὁ λόγος εὐθύνεται, εἴπερ εἰκάσθαι μέν φησιν ὁ Πλάτων τὸν κόσμον τῷ παραδείγ-