Ancient Greek · ~4 min
Page 559
Joannes Philoponus Phil., De aeternitate mundi 559
Not analysed yet
πλήσια ἑαυτῷ’. ἆρ' οὖν διὰ τὸ πάντα θεῷ λέγεσθαι εἶναι παραπλήσια, τὸν δὲ θεὸν ἀεὶ εἶναι καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν ἀναιρήσωμεν ἐκ πάντων τῶν ὄντων τὴν φθορὰν καὶ τὴν γένεσιν καὶ ὅλως τὴν μεταβολήν, ἧς οὐδέν ἐστιν τῶν ἐν τῷ κόσμῳ ἄμοιρον; ἢ ἕκαστον τῶν ὄντων κατὰ δύναμιν καὶ ὡς πέφυκε τὴν πρὸς τὴν πρώτην ἀρχὴν τὴν ἑαυτοῦ ὁμοίωσιν ἀνεδέξατο; οὕτω δὴ οὖν εὐγνωμόνως καὶ ἐπὶ τοῦ κόσμου τὴν πρὸς τὸ αἰωνίως ὂν παράδειγμα ὁμοίωσιν ἀκουσόμεθα οὐκ ἀναιροῦντες τὸ ἀρχὴν ἔχειν τὸν χρόνον καὶ τὸν κόσμον φανερῶς εἰρημένον τῷ Πλάτωνι ἀλλ', ὡς αὐτὸς εἶπεν ὁ Πλάτων, τῷ ἐν παντὶ εἶναι τῷ χρόνῳ τὸν κόσμον, κἂν ἀρχὴν τοῦ εἶναι ἔχῃ ὁ χρόνος, ὅμοιον αὐτὸν εἶναι φήσομεν τῷ πάντα τὸν αἰῶνα ὄντι παραδείγματι. ὅτι δὲ καὶ τὸ ἐπίκτητον καὶ οὐκ οὐσιώδη ἔχον τὴν ἀφθαρσίαν οὐ διὰ τὸ οὕτως εἶναι ἄφθαρτον ἤδη διὰ τοῦτο καὶ ἀγένητόν ἐστιν, τοὐναντίον δὲ μᾶλλον, ἐπειδὴ μὴ φύσει ἐστὶν ἄφθαρτον, διὰ τοῦτο καὶ γενητόν ἐστιν, ἐδείξαμεν ἔμπροσθεν ἐν τῷ ἕκτῳ λόγῳ μάλιστα. Τέλος λύσεως τοῦ ιεʹ λόγου.