Ancient Greek · ~5 min
Page 560
Joannes Philoponus Phil., De aeternitate mundi 560
Not analysed yet
Πρόκλου διαδόχου λόγος ἑκκαιδέκατος. "Ἑκκαιδέκατος· εἰ δύο βουλήσεις εἰσὶν ἐν τῷ δημιουργῷ, μία μὲν μὴ εἶναι τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον (ὡς αὐτὸς λέγει ‘βουληθεὶς γὰρ μηδὲν εἶναι κακὸν εἰς τάξιν αὐτὸ ἤγαγεν ἐκ τῆς ἀταξίας’), ἑτέρα δὲ δεδέσθαι τὸ πᾶν (‘τῆς γὰρ ἐμῆς βουλήσεως’, φησίν, ‘δεσμοῦ τυχόντες μείζονος ἐκείνων, οἷς ὅτε ἐγένεσθε συνεδεῖσθε, οὐδαμῶς λυθήσεσθε’), καὶ τούτων ἑκατέρα τῶν βουλήσεων αὐτῶν τὸ εἶναί ἐστιν, ἡ μὲν τοῦ μὴ εἶναι τὸ ἄτακτον, ἡ δὲ τοῦ σῴζεσθαι τὸ τεταγμένον, ἀνάγκη ἢ ἀεὶ εἶναι τὰς βουλήσεις ἐν αὐτῷ ταύτας ἢ ποτὲ ἑκατέραν ἢ τὴν μὲν ἀεὶ τὴν δὲ ποτέ. ἀλλὰ τὸ ποτὲ ψεῦδος· τὸ γὰρ τὸ ποτὲ μὲν βούλεσθαι ποτὲ δὲ μὴ δῆλον ὡς οὐκ ἀεί ἐστιν, κἄν τε πρότερον μὴ βούληται ὕστερον δὲ βούλεται, κἂν ἔμπαλιν πρότερον μὲν βούληται ὕστερον δὲ μὴ βούληται· ἔσται γὰρ ἐν ταῖς βουλήσεσιν καὶ ἀβουλησίαις ταύταις τὸ πρότερον καὶ τὸ ὕστερον καὶ τὸ ἦν καὶ ἔσται· ταῦτα δὲ εἴδη χρόνου φησὶν αὐτός· χρόνος δὲ οὐκ ἐν αὐτῷ ἀλλ' ἀπ' αὐτοῦ καὶ μετ' αὐτόν· ἀεὶ ἄρα καὶ τὸ πλημμελὲς μὴ εἶναι καὶ τὸ τεταγμένον εἶναι βούλεται. τῆς οὖν βουλήσεως αὐτῷ τῷ εἶναι ποιούσης ὃ βούλεται, εἰ ἀεὶ ἑκατέρα, ἀεὶ τῷ εἶναι ποιήσει. εἰ δὲ ἀεὶ ποιήσει ὃ βούλεται ἑκατέρα, ἀεὶ