Ancient Greek · ~5 min
Page 57
Joannes Philoponus Phil., De aeternitate mundi 57
Not analysed yet
Κεφάλαια τῆς λύσεως τοῦ τετάρτου λόγου. αʹ. Ἔκθεσις τῶν ἐν τῷ τετάρτῳ ἐπιχειρήματι δύο συλλογισμῶν. καὶ ὅτι παρὰ τὴν ἐλάττονα πρότασιν κοινὴν οὖσαν ἐν ἀμφοτέροις τὸν παραλογισμὸν ὁ Πρόκλος συνέπλεξεν. βʹ. Ὅτι πολλάκις καὶ παρὰ τὰ δοκοῦντα αὐτοῖς εἰς ἀνατροπὴν τῆς καθ' ἡμᾶς ἀληθείας τοὺς παραλογισμοὺς ῥάπτουσιν. γʹ. Ὅτι τὸ μὴ ποιοῦν πρότερον εἶτ' αὖθις ποιοῦν καὶ ὅλως τὸ ἐκ τῆς ἕξεως τὴν ἐνέργειαν προχειριζόμενον οὐ κινεῖται οὐδ' ὅλως μεταβάλλει. δʹ. Ὅτι οὐκ ἔστιν ἡ τοῦ θεοῦ ἐνέργεια κίνησις, καὶ τίς ἡ ἀτελὴς ἐνέργεια καὶ τίς ἡ τελεία. εʹ. Ὅτι οὐδὲ ἡ ἀτελὴς ἐνέργεια καὶ ἐν παρατάσει γινομένη χρόνου κίνησίς ἐστιν οὐ τοῦ ἐνεργοῦντος ἀλλὰ τοῦ πάσχοντος κατ' οὐδὲν τοῦ κινοῦντος ἀλλοιοτέρου γινομένου διὰ τὸ πρότερον μὲν μὴ κινεῖν ὕστερον δὲ κινεῖν. ϛʹ. Μαρτυρίαι εἰς τὸ αὐτὸ Ἀριστοτέλους. ζʹ. Ἐκ τῶν Ἀριστοτέλους περὶ τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ. καὶ ὅτι οὐδὲ ἀλλοιώσεως ἢ ὅλως κινήσεως ἡ ἀπὸ τῆς ἕξεως προχείρισις τῆς ἐνεργείας γίνεται. ηʹ. Ὅτι οὐκ ἐξ ἀγνοίας ὁ Πρόκλος ἀλλ' ἑκουσίως πρὸς ἐξαπάτην τῶν ἀπείρων τῇ τοιαύτῃ τῶν παραλογισμῶν ἰδέᾳ χρῆται. θʹ. Ἀπορία καὶ λύσις, ὅτι οὐκ ἀφαιρούμεθα τὸ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν τὸν θεόν, ἀεὶ μὲν