Ancient Greek
Page 561
Joannes Philoponus Phil., De aeternitate mundi 561
Not analysed yet
δήπουθεν ἡ μὲν ἀφανίσει τὸ ἄτακτον, ἡ δὲ φυλάξει τὸ τεταγμένον· οὕτως γὰρ ποιήσει ἑκατέρα τὸ ἑαυτῆς ἡ μὲν ἀναιροῦσα ὃ βούλεται μὴ εἶναι, ἡ δὲ φρουροῦσα ὃ βούλεται εἶναι. τούτων δὲ ταύτῃ τὸ οἰκεῖον ἑκατέρας ποιουσῶν εἶναι δεῖ καὶ τὸ ἀεὶ ὑφ' ἑκατέρας γιγνόμενον· ἅμα γὰρ ἀλλήλοις τὸ ποιοῦν καὶ τὸ γιγνόμενον, ὡς ἐν Φιλήβῳ λέγει καὶ αὐτὸς τὸ μὲν ποιούμενον καλῶν τὸ δὲ δημιουργοῦν καὶ ποιοῦν, καὶ ἄνευ θατέρου θάτερον οὐκ ἔστιν· ἀεὶ ἄρα καὶ τὸ ἄτακτον ἀφανίζεται διὰ τὴν ἀεὶ τοῦ μὴ εἶναι αὐτὸ βούλησιν καὶ τὸ τεταγμένον σῴζεται διὰ τὴν τοῦ εἶναι αὐτὸ βούλησιν ἀεὶ ἑκατέραν οὖσαν. εἰ δὲ ἀεὶ ἑκάτερον γίγνεται, οὐκ ἔσται πρότερον ἄτακτον εἶτα τεταγμένον, ὡς οὐδὲ πρότερον τεταγμένον εἶτα ἄτακτον. εἰ δὲ μὴ ἔστιν πρὸ τοῦ τεταγμένου τὸ ἄτακτον, οὐκ ἔσχεν ἀρχὴν τὸ τεταγμένον τὴν μετὰ τὸ ἄτακτον, καὶ εἰ μὴ ἔστιν τὸ τεταγμένον πρὸ τοῦ ἀτάκτου, οὐχ ἕξει τελευτὴν πρὸ τοῦ ἀτάκτου. εἰ δὲ μήτε ἤρξατο μετὰ τὸ ἄτακτον μήτε τελευτήσῃ πρὸ τοῦ ἀτάκτου, ἄναρχός ἐστιν καὶ ἀτελεύτητος ἡ τάξις καὶ αὐτὴ ἀγένητός ἐστιν καὶ ἄφθαρτος. ἀλλὰ μὴν οὐδὲν ἄλλο ἐστὶν κόσμος ἢ τάξις καὶ τὸ τεταγμένον· ἀγένητος ἄρα καὶ ἄφθαρτος ὁ κόσμος. ἐπεὶ καὶ ἄτοπον ἐν τῷ θεῷ βουλήσεων δύο οὐσῶν ἢ τὴν μὲν ἀεὶ ποιεῖν τὴν δὲ μὴ ἀεὶ ἢ τὴν μὲν αὐτῷ τῷ εἶναι δρᾶν λέγειν τὴν δὲ μὴ αὐτῷ τῷ εἶναι, τῆς αὐτῆς οὐσίας οὐσῶν καὶ ἀμφοτέρων διὰ τὴν αὐτὴν αἰτίαν ἐχουσῶν τὸ εὔλογον·