Ancient Greek · ~6 min
Page 562
Joannes Philoponus Phil., De aeternitate mundi 562
Not analysed yet
καὶ γὰρ ἡ μὲν τοῦ βούλεσθαι μὴ εἶναι τὸ ἄτακτον διὰ τὸ εἶναι ἀγαθόν ἐστιν, ὥς φησιν αὐτός, ἡ δὲ τοῦ βούλεσθαι εἶναι τὸ τεταγμένον διὰ τὸ μὴ εἶναι κακόν. ὅσῳ τοίνυν τοῦ μὴ εἶναι κακὸν τὸ εἶναι ἀγαθὸν τῷ θεῷ προσήκει μᾶλλον, τοσούτῳ θεία μειζόνως ἐστὶν ἡ τοῦ μὴ εἶναι τὸ ἄτακτον βούλησις τῆς τοῦ εἶναι τὸ τεταγμένον· οἰκειότερον γὰρ θεῷ τὸ ἀγαθὸν τοῦ μὴ κακοῦ. παντελῶς οὖν ἄτοπον τὴν οἰκειοτέραν αὐτῷ βούλησιν μὴ αἰωνιωτέραν ποιεῖν, εἰ θέμις εἰπεῖν, καὶ δραστικωτέραν θειοτέραν οὖσαν. ὥστε, εἰ ταῖς βουλήσεσιν ἕπεται τῇ μὲν τὸ ἀγένητον εἶναι τὸν κόσμον τῇ δὲ τὸ ἄφθαρτον, μειζόνως ἂν ἀγένητος εἴη ἢ ἄφθαρτος τὸ μὲν ἔχων διὰ τὴν κυριωτέραν βούλησιν καὶ θειοτέραν τὸ δὲ διὰ τὴν ὑφειμένην. ἀλλὰ μὴν ἡ ἑτέρα δήλη πᾶσιν ἡ τῆς ἀφθαρσίας· καὶ ἡ ἑτέρα ἄρα πολλῷ μᾶλλον ἂν εἴη ταύτης πρόδηλος ἡ τῆς ἀγενησίας. εἰ μὲν οὖν μία εἰσὶν αἱ δύο, ὁμοίως καὶ ἀγένητον καὶ ἄφθαρτον τὸ πᾶν· εἰ δὲ δύο, δυνατωτέρα δὲ ἡ διὰ τὸ ἀγαθὸν ἢ ἡ διὰ τὸ μὴ κακόν, μᾶλλον ἀγένητον ἢ ἄφθαρτον τὸ πᾶν. δόξειεν δ' ἂν εἶναι μία μᾶλλον ἢ δύο· τῆς γὰρ αὐτῆς ἐστιν ἀναίνεσθαι τὸ ἄτακτον, εἴτε πρὸ τῆς τάξεως εἴη εἴτε μετὰ τὴν τάξιν, καὶ τὸ τεταγμένον ἀνάρχως τε παράγειν καὶ ἀτελευτήτως διακρατεῖν· καὶ γὰρ οὐδ' ἄλλο τι δημιουργῷ παντὶ τῆς τάξεως οἰκειότερον· τάττειν γοῦν ἐθέλει τὸ δημιούργημα τὸ ἑαυτοῦ πᾶς· ὥστε ὀρεκτὸν αὐτῷ, καθ' ὅσον δημιουργός, ἡ τάξις. εἰ δὲ ἓν τὸ