Ancient Greek · ~5 min
Page 563
Joannes Philoponus Phil., De aeternitate mundi 563
Not analysed yet
ὀρεκτόν, μία ἡ ὄρεξις τάξεως οὖσα ὄρεξις· εἰ δ' ἡ ὄρεξις μία, καὶ ἡ βούλησις ὄρεξις οὖσα τοῦ βουλητοῦ μία δήπουθέν ἐστιν, ἥ τε ἀεὶ πρὸ χρόνου τεταγμένον ποιοῦσα καὶ ἡ συνέχουσα τοιοῦτον ὂν εἰς τὸν ἀεὶ χρόνον· μιᾶς δὲ οὔσης ἄτοπον μᾶλλον δ' ἀδύνατον μερίζειν καὶ τὸ μὲν αὐτῆς διδόναι τῷ θεῷ καὶ τοῦτο τὸ ἀτελέστερον, τὸ δὲ μὴ διδόναι καὶ τοῦτο τὸ τελειότερον· προσήκει γὰρ τῷ θεῷ τὸ τελειότερον τοῦ ἀτελεστέρου μεῖζον ὄν." Κεφάλαια τῆς λύσεως τοῦ ιϛʹ λόγου. αʹ. Ὅτι οὐ ταὐτόν ἐστι τὸ ἀεὶ βούλεσθαί τι τὸν θεὸν καὶ τὸ ἀεὶ εἶναι ἐκεῖνο αὐτὸν βούλεσθαι. καὶ ὅτι, κἂν ἀεὶ βούληται ὁ θεὸς τἀγένητον ὂν καὶ τοῦ ὄντος καὶ τοῦ ἀγαθοῦ μετέχειν, ἀλλ' οὖν οὐχ ὁμοίως ἅπαντα ἀλλ' ὡς ἕκαστον πέφυκεν καὶ τοῦ ὄντος καὶ τοῦ ἀγαθοῦ μετέχειν. βʹ. Ὅτι ἑνιαία καὶ ἄχρονος καὶ ἀμέριστος ἡ τοῦ θεοῦ βούλησις ὥσπερ καὶ ἡ γνῶσις καὶ ἡ πρόνοια, κἂν τὰ γινόμενά τε καὶ γινωσκόμενα καὶ τῆς θείας προνοίας ἀπολαύοντα πεπληθυσμένα τε καὶ μεριστὰ εἴη καὶ ποτὲ μὲν ὄντα ποτὲ δὲ μὴ ὄντα. γʹ. Ὅτι τὰ ἀλλαχοῦ καλῶς αὐτῷ τεθεολογημένα ὁ Πρόκλος περὶ τῆς ἀμεροῦς τοῦ θεοῦ γνώσεώς τε καὶ δημιουργίας διὰ τῶν ἐνταῦθα πρὸς ἔριν εἰρημένων ἀνῄρηκεν. δʹ. Ὅτι, κἂν ἐν ὑποθέσει συγχωρήσῃ τις τῶν βου-