Ancient Greek · ~5 min
Page 564
Joannes Philoponus Phil., De aeternitate mundi 564
Not analysed yet
λήσεων τοῦ θεοῦ τὴν μὲν εἶναι προτέραν τὴν δὲ ὑστέραν, οὐδεμία ἐκ τούτου φαίνεται ἀνάγκη ὑπὸ χρόνον ποιεῖν τὰς τοῦ θεοῦ βουλήσεις. καὶ ὅτι ὅσον ἐπὶ τῷ τοῦ Πρόκλου σοφίσματι, κἂν ἀίδιον εἶναι τὸν κόσμον συγχωρήσωμεν, ἀνάγκη πάντως ὑπὸ χρόνον εἶναι καὶ τὰς νοερὰς πάσας οὐσίας καὶ αὐτὸν τὸν τοῦ χρόνου δημιουργὸν θεόν. ἐν ᾧ, ὅτι καὶ τῶν καθ' ἕκαστα ἔχει τὴν γνῶσιν ὁ θεός. εʹ. Ὅτι οὔτε μετὰ τὸ ἄτακτον τὸ τεταγμένον γέγονεν οὔτε τελευτήσει πρὸ τοῦ ἀτάκτου καὶ οὐδεμία ἐκ τούτου ἀνάγκη ἄναρχον εἶναι τὸ τεταγμένον καὶ ἀτελεύτητον, ὡς συνάγει ὁ Πρόκλος. καὶ περὶ ποίου ἀτάκτου ἡμῖν ὁ λόγος. ϛʹ. Ὅτι οὐ καλῶς ὁ Πρόκλος ὡς ἐν ὑποθέσει λαβὼν δύο εἶναι τοῦ θεοῦ βουλήσεις, τὴν μὲν τοῦ εἶναι τὸ τεταγμένον, τὴν δὲ τοῦ μὴ εἶναι τὸ ἄτακτον, τὴν τοῦ μὴ εἶναι τὸ ἄτακτον τῆς ἑτέρας φησὶν κρείττονα καὶ τῷ θεῷ οἰκειοτέραν. καὶ ὅτι, εἴπερ ὅλως μερίζειν δεῖ, ἡ τοῦ εἶναι τὸ τεταγμένον βούλησις τῆς ἑτέρας ἐστὶν κρείττων. καὶ ὅτι καὶ Πλάτων οὐ δύο ἀλλ' ἄμφω μίαν εἶναι βούλεται. Ἀρχὴ τῆς λύσεως τοῦ ιϛʹ λόγου. αʹ. Ἃ μὲν ἔδει περὶ τῆς Πλάτωνος εἰπεῖν ὑποθέσεως ἐκ τοῦ πλημμελῶς καὶ ἀτάκτως κινουμένου τὸ τεταγμένον γίνεσθαι λέγοντος, μετρίως ἡμῖν ἐν τοῖς πρὸς τὸ τεσσαρισκαιδέκατον εἴρηται· ὅθεν περὶ τῶν αὐτῶν οὐ παλιλλογητέον τὰ νῦν. ἐπειδὴ δὲ τὸ βού-