Ancient Greek · ~5 min
Page 565
Joannes Philoponus Phil., De aeternitate mundi 565
Not analysed yet
λεσθαι τὸν θεὸν μὴ εἶναι τὸ ἄτακτον καὶ τὸ βούλεσθαι εἶναι τὸ τεταγμένον λαβὼν παρὰ Πλάτωνος ὁ φιλόσοφος ἐκ τούτου πάλιν τὸ ἀγένητον εἶναι τὸν κόσμον συλλογίζεται καὶ χωρὶς δὲ τοῦ Πλάτωνα ταῦτα περὶ τῆς τοῦ θεοῦ βουλήσεως ἀποφήνασθαι ἴσως ἄν τις καὶ αὐτὸ καθ' αὑτὸ τοῦτο ἡμῖν προτείνειεν, εἰ βούλεται ὁ θεὸς μὴ εἶναι τὸ ἄτακτον καὶ εἰ τὸ τεταγμένον εἶναι βούλεται, ἐξ ὧν πάλιν τὰ αὐτὰ συλλογιεῖται, δίκαιον ἡμᾶς ἐγγυμνάσασθαι τῷ λόγῳ. εἰ γὰρ αὐτὸ καθ' αὑτὸ τὸ θεώρημα γυμναζόμενον μὴ φανείη συνελαῦνον ἡμᾶς εἰς τὸ λέγειν τὸν κόσμον ἀγένητον, οὐδὲ Πλάτωνα δήπουθεν ἀναγκάσειεν διὰ τὸ λέγειν βούλεσθαι τὸν θεὸν καὶ τὸ ἄτακτον μὴ εἶναι καὶ τὸ τεταγμένον εἶναι. ὁμόσε δὲ τῷ λόγῳ χωρήσαντες ὁμολογοῦμεν ἀεὶ βούλεσθαι τὸν θεὸν μὴ εἶναι τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον. τοιγαροῦν οὔτε ἦν οὔτε ἔστιν οὔτε ἔσται ἄτακτόν <τι (ἄτακτον> δὲ λέγω τὸ τῆς κατὰ φύσιν τάξεως καὶ ἁρμονίας ἐστερημένον)· οὐ γὰρ δήπου παράγει μέν τι ὁ θεός, πλημμελὲς δὲ αὐτὸ παράγει καὶ ἄτακτον· χεῖρον γὰρ τὸ κακῶς εἶναι τοῦ μηδ' ὅλως εἶναι. ἀλλ' οὐδὲ ἐκ ταυτομάτου ἢ ἐξ ἄλλης ἀρχῆς ἄτακτόν τι κατ' οὐσίαν συγχωροῦμεν ἢ εἶναι ἢ γίνεσθαι· οὐδενός τε γὰρ αἴτιον τὸ αὐτόματον καὶ μίαν εἶναι τὴν πάντων ἀρχὴν ὡμολόγηται. ἅμα οὖν παράγει ὁ θεὸς ἕκαστον καὶ μετὰ τῆς προσηκούσης αὐτὸ παράγει τάξεως. ἀλλὰ δὴ