Ancient Greek · ~6 min
Page 566
Joannes Philoponus Phil., De aeternitate mundi 566
Not analysed yet
καὶ τὸ εἶναι τὸ τεταγμένον φαμὲν τὸν θεὸν ἀεὶ βούλεσθαι. εἰ δὲ ἅμα τῷ εἶναι ὁ θεὸς καὶ τὸ τεταγμένον εἶναι βούλεται, ὡς εἶναι αὐτῷ συναΐδιον, τοῦτο ἐπισκέψεως δεῖσθαι οἰόμεθα. οὐδὲ γάρ, εἰ ἀεὶ εἶχεν τὴν τοῦ [ἀεὶ] εἶναι τὸ τεταγμένον βούλησιν ὁ θεός, ἤδη καὶ ἀεὶ εἶναι αὐτὸ ἠβούλετο· εἰ γὰρ καὶ μόνῳ τῷ βούλεσθαι ὑφίστησιν ὁ θεὸς ἅπαντα, ἀλλ' ὅτε καὶ εἶναι αὐτὰ βούλεται· βούλεται δέ, ὅτε ἀγαθὸν ἑκάστῳ τὸ εἶναι· ἀγαθὸν δὲ τὸ ὡς δύναται καὶ πέφυκεν ἕκαστον εἶναι· ἐπεὶ καὶ ἀεὶ βούλεται ὁ θεὸς τὰς λογικὰς οὐσίας τοῦ ἀγαθοῦ ἔχεσθαι καὶ μηδέποτε ἀποκλίνειν ἐπὶ τὰ χείρονα (λέγω δὲ χείρονα τάς τε ψευδεῖς τῶν δοξῶν καὶ τὰς ἀπηγορευμένας τῶν πράξεων)· ‘τῶν μὲν γὰρ ἀγαθῶν’, φησὶν ὁ Πλάτων, ‘οὐδένα ἄλλον αἰτιατέον ἢ τὸν θεόν, τῶν δὲ κακῶν ἕτερα ἄττα ζητητέον <τὰ αἴτια, ἀλλ' οὐ τὸν θεόν>‘, καὶ πάλιν ὁ αὐτὸς ‘ἑλομένου αἰτία· θεὸς ἀναίτιος’· ἀλλὰ δὴ καὶ εἶναι πάντα ἀγαθὰ βούλεται, φλαῦρον δὲ μηδὲν κατὰ δύναμιν. εἰ οὖν καὶ τῶν κακῶν ἐστιν ἀναίτιος καὶ βούλεται πάντα ἀγαθὰ εἶναι φλαῦρον δὲ μηδὲν καὶ ἔστιν τὰ κακά, οὐκ ἄρα πᾶν, ὃ βούλεται εἶναι, τοῦτο εὐθὺς ἅμα τῷ εἶναι τὸν θεὸν καὶ αὐτὸ ἔστιν, ἀλλ' ὡς ἕκαστον πέφυκε δηλονότι καὶ εἶναι καὶ ἀγαθὸν εἶναι, οὕτως καὶ εἶναι αὐτὸ βούλεται καὶ τοῦ ἀγαθοῦ μετέχειν· βούλεται γὰρ ἑκάστην ψυχὴν αὐθαιρέτῳ γνώμης ὁρμῇ ἀγαθήν τε εἶναι καὶ τῆς κακίας παντελῶς ἄμοιρον, εἴπερ τῶν κακῶν θεὸς ἀναίτιος, ὡς καὶ Πλάτωνα λέγοντα παρεθήκαμεν. εἰ οὖν ἅμα