Ancient Greek · ~6 min
Page 567
Joannes Philoponus Phil., De aeternitate mundi 567
Not analysed yet
τῇ περί τινος τοῦ θεοῦ βουλήσει εὐθὺς καὶ ἄνευ τινὸς προσδιορισμοῦ κἀκεῖνο εἶναι ἀνάγκη, ὡς ὁ Πρόκλος ὑποτίθεται, πῶς ὑπέστη κακία τοῦ θεοῦ ἀεὶ βουλομένου μὴ εἶναι αὐτὴν καὶ πάντα ἀγαθὰ εἶναι ἀεὶ θέλοντος; πῶς δ' οὐ πᾶσα ψυχὴ ἀεὶ τοῦ ἀγαθοῦ ἀντέχεται ἀεὶ βουλομένου τοῦ θεοῦ ἑκάστην ψυχὴν ἀγαθὴν εἶναι ἐκ προαιρέσεως τὸ ἀγαθὸν αἱρουμένην; ἢ γὰρ διδόναι αὐτὸν ἀνάγκη τὸ μὴ ἀεὶ βούλεσθαι τὸν θεὸν ἐν ἀγαθῷ εἶναι τὰς ψυχάς, οὕτω δὲ καὶ τῶν κακῶν ἂν εἴη αἴτιος, ἤ, εἴπερ τοῦτο ἄτοπον, βούλεται δὲ αὐτὰς ἐπὶ τὸ ἀγαθὸν ἀεὶ τὰς ἰδίας ὁρμὰς ἀποκλίνειν καὶ τῆς κακίας μηδὲ καθ' ὁτιοῦν μετέχειν, τοῦτο δὲ οὐκ ἀεὶ γίνεται, οὐκ ἄρα ἅμα τῷ βούλεσθαί τι τὸν θεὸν πάντως κἀκεῖνο εἶναι ἀνάγκη (ἐπεὶ καὶ βούλεται ἑαυτῷ πάντα εἶναι παραπλήσια, ὥς φησιν Πλάτων), ἀλλ' ὡς ἡ ἑκάστου δηλονότι φύσις τὴν πρὸς αὐτὸν ὁμοίωσιν δέξασθαι δύναται, οὕτως καὶ δέχεται. οὕτως οὖν καὶ τῶν μερικῶν ἕκαστον βούλεται γενέσθαι τε καὶ εἶναι ὁ θεός· αὐτὸς γοῦν ἐστιν κατὰ Πλάτωνα ὁ τοῖς οὐρανίοις ἐν Τιμαίῳ παρακελευόμενος τρέπεσθαι ἐπὶ τὴν τῶν θνητῶν ζῴων δημιουργίαν. ἀλλὰ δηλονότι, ὅτε δεῖ καὶ πέφυκεν ἕκαστον τῶν μερικῶν γίνεσθαι, τότε καὶ εἶναι αὐτὰ βούλεται· οὐ γὰρ ὁ Σωκράτης πρὶν Σωφρονίσκον γενέσθαι, ἐπεφύκει γίνεσθαι, ἀλλὰ καὶ πρὶν γενέσθαι Σωφρονίσκον, ἐβούλετο θεὸς Σωκράτην γενέσθαι, ἀλλ' οὐχ ἁπλῶς γενέσθαι ἢ ἀεὶ γενέσθαι, ἀλλ' ὅτε γενέσθαι ἠδύνατο. οὕτως οὖν καὶ πρὶν τὸ τεταγμένον γενέσθαι ἠβούλετο