Ancient Greek · ~5 min
Page 58
Joannes Philoponus Phil., De aeternitate mundi 58
Not analysed yet
καθ' ἕξιν δημιουργὸν αὐτὸν εἶναι τοῦ κόσμου ὑποτιθέμενοι, μὴ ἐξ ἀιδίου <δὲ> δεδημιουργηκέναι τὸν κόσμον. ἐν ᾧ, ὅτι ταὐτὸν ἐπὶ θεοῦ ἕξις τε καὶ ἐνέργεια καὶ ὅτι οὐχ ἅμα τῇ περὶ τῶν ὄντων νοήσει τοῦ θεοῦ καὶ τὰ πράγματα εἶναι ἀνάγκη. ιʹ. Ὅτι οὐ τὸ ποτὲ μὲν ἐθέλειν τὸν θεὸν τὸ αὐτὸ ποτὲ δὲ μὴ θέλειν ἀλλοίωσίς ἐστιν καὶ ὅτι ὅλως οὐδὲ διάφοροι αἱ τοῦ θεοῦ βουλήσεις ἀλλὰ μία καὶ ἁπλῆ καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσα τῷ ἀεὶ τοῦ ἀγαθοῦ εἶναι, περὶ δὲ τὰ μετέχοντα ἡ μεταβολὴ θεωρεῖται. αιʹ. Ἔκθεσις ἀπορίας καὶ ἔλεγχος τῆς λεγούσης, ὅτι, εἰ μὴ ἀεὶ ἦν ὁ κόσμος, πρὶν γενέσθαι δυνάμει ἦν δημιουργὸς ὁ θεὸς καὶ διὰ τοῦτο ἀτελής. ἐν ᾧ, ὅτι πᾶσα οὐσία αὐτὴ ὑφ' ἑαυτῆς ἀσχέτως κατὰ τὰς ἐνθεωρουμένας ἐν αὐτῇ φυσικὰς δυνάμεις τὸ τέλειον ἔχει, οὐ κατὰ τὰς ἔξω προϊούσας ἀπὸ τῶν δυνάμεων εἰς ἕτερα ἐνεργείας. βιʹ. Ὅτι αὔταρκες τὸ θεῖον καὶ αὐτὸ ἑαυτοῦ συμπληρωτικόν ἐστιν οὐδενὸς τῶν ἔξωθεν εἰς τὴν ἑαυτοῦ δεόμενον τελειότητα. καὶ ὅτι ἐν τῇ τῶν δημιουργικῶν λόγων ἀιδίῳ ὑπάρξει, οὐκ ἐν τῷ δημιουργεῖν ὁ θεὸς ἔχει τὴν τελειότητα. γιʹ. Ὅτι οὐ μόνον τῶν καθόλου ἀλλὰ καὶ τῶν μερικωτάτων δημιουργός ἐστιν ὁ θεός. διʹ. Ὅτι, δι' ὧν τὴν ἡμετέραν περὶ τοῦ κόσμου ὑπόθεσιν εἰς ἄτοπον δοκοῦσιν ἀπάγειν λέγοντες ὡς,