Ancient Greek · ~6 min
Page 575
Joannes Philoponus Phil., De aeternitate mundi 575
Not analysed yet
χρόνου δημιουργόν, κἂν ἀίδιος ᾖ ὁ κόσμος, ἢ ὑπὸ χρόνον ποιήσομεν ἢ ἐν αὐτῷ τὸν χρόνον ὑφίστασθαι δώσομεν. ὅτι μὲν οὖν τὰς νοερὰς οὐσίας ὅσον ἐκ τοῦ λόγου τούτου ὑπὸ χρόνον ποιεῖν ἀνάγκη, δῆλον ἐντεῦθεν· εἰ γὰρ καὶ ἀμερής ἐστιν ἡ τοῦ νοῦ ἐπιβολὴ καὶ ἀδιάστατος, ἀλλ' οὖν τὸ μὴ ἅμα πάντα νοεῖν αὐτὸν καὶ αὐτοὶ ἡμῖν συνομολογήσουσιν, ὡς καὶ ὁ Πρόκλος ἐν τοῖς προτεθεῖσιν αὐτοῦ ῥητοῖς ἐκ τοῦ περὶ προνοίας λόγου ᾐνίξατο εἰπὼν ‘καὶ γὰρ νοῦς πᾶς εἷς καὶ πολὺς καὶ τῷ εἶναι καὶ τῷ νοεῖν’· τὸ γὰρ κινεῖσθαι περὶ τὰ γνωστὰ ἴδιον εἶναί φησιν τῆς νοερᾶς τε καὶ ψυχικῆς γνώσεως. νοῦν δὲ λέγομεν οὐ τὸν δημιουργικὸν δηλονότι ἀλλὰ τὰς μετ' ἐκεῖνον καὶ ἀπ' ἐκείνου νοερὰς οὐσίας, αἵτινές ποτ' ἂν εἶεν. ὁ τοιοῦτος οὖν νοῦς, ὡς ἂν καὶ Ἑλλήνων συμφήσαιεν παῖδες, οὐχ ἅμα τυχὸν καὶ θεὸν καὶ ἄγγελον καὶ ψυχὴν καὶ κόσμον καὶ αἰῶνα καὶ χρόνον καὶ τῶν ἄλλων νοεῖν ἕκαστον δύναται ἀλλ' ἑκάστῳ ἰδίᾳ ἐπιβάλλει ἀπὸ νοήματος εἰς νόημα μεταβαίνων, εἰ καὶ ἀχρόνως τε καὶ ἀδιαστάτως ἑκάστου νοητοῦ θιγγάνει· τοῦ γὰρ δημιουργικοῦ νοῦ ἴδιον ἡ ἀθρόα καὶ ἀμερὴς ἅμα πάντων νόησις. οὐκοῦν τὸ μέν τι πρῶτον νοεῖ ὁ νοῦς, τὸ δὲ δεύτερον, τὸ δὲ τρίτον. εἰ οὖν ὅτι δήποτε ἁπλῶς τὸ ὕστερον ἔχει καὶ πρότερον, ἐν τούτῳ καὶ χρόνος ἐστίν· καὶ αἱ νοεραὶ ἄρα πᾶσαι οὐσίαι καὶ σωμάτων ἐξῃρημέναι ὑπὸ χρόνον ἔσονται καὶ ἐν αὐταῖς ὁ χρόνος συστήσεται καὶ πὼς τὰ πάντῃ κεχωρισμένα σώματος καὶ σωματικῆς ἐστερημένα κινή-