Ancient Greek · ~6 min
Page 576
Joannes Philoponus Phil., De aeternitate mundi 576
Not analysed yet
σεως ὑπὸ χρόνον ἔσονται τὸν μετὰ σωμάτων τὴν ὕπαρξιν ἔχοντα· ὁ μὲν γὰρ χρόνος ἐν κινήσει, καὶ ἄνευ κινήσεως ὁ χρόνος οὐκ ἔστιν, ὡς Ἀριστοτέλης ὑπέδειξεν καὶ πᾶσιν δοκεῖ, ἡ δὲ κίνησις ἐν σώματι πάντως· ὅπερ ἄρα πάντῃ κεχώρισται σώματος καὶ καθ' ὕπαρξιν καὶ κατὰ σχέσιν, τοῦτο καὶ χρόνου κεχώρισται. νοῦς δὲ πᾶς καὶ καθ' ὕπαρξιν κεχωρίσθαι σωμάτων ὡμολόγηται χωριστὴν ἔχων παντὸς σώματος τὴν οὐσίαν, ἀλλὰ δὴ καὶ κατὰ σχέσιν· ὡς γὰρ Ἀριστοτέλης καλῶς ἐν τοῖς περὶ ψυχῆς εἴρηκεν, ποῖον μόριον ἢ πῶς ὁ νοῦς συνέξει, χαλεπὸν καὶ πλάσαι. εἰ οὖν ἐπέκεινα μὲν χρόνου πᾶς νοῦς, τινὲς δὲ τούτων ἢ πάντες μεταβατικὴν τὴν νόησιν ἔχουσιν τὸ μέν τι πρότερον νοοῦντες τὸ δὲ ὕστερον, οὐκ ἄρα τὸ ὁπωσοῦν πρότερόν τε καὶ ὕστερον εὐθὺς καὶ χρόνου δηλωτικόν ἐστιν. ἔτι εἰ καὶ κατὰ Πλάτωνα μετ' οὐρανοῦ γέγονεν ὁ χρόνος, ἵν' ἅμα γενηθέντες ἅμα καὶ λυθῶσιν, ἄν ποτε λύσις τις αὐτῶν γένηται, δῆλον, ὡς, εἴ τις κατ' ἐπίνοιαν μὴ εἶναι τὸν κόσμον ὑπόθοιτο, οὐδὲ ὁ χρόνος ἔσται. ἐνδέχεται δέ, μᾶλλον δ' ἀναγκαῖόν ἐστιν καὶ τοῦ κόσμου μὴ ὄντος εἶναι τὰς νοερὰς οὐσίας· οὐ γὰρ ἐν τῇ σχέσει τῇ πρὸς τὰ σώματα τὸ εἶναι ἔχουσιν, ἵνα τῶν σωμάτων κατ' ἐπίνοιαν ἀναιρουμένων καὶ ἡ νοερὰ συναναιρεθείη οὐσία· εἰ γὰρ καὶ ἅμα πάντα ὑποστῆναί τις συγχωρήσειεν (καὶ τὰς νοερὰς οὐσίας φημὶ καὶ τὰ σώματα), οὐδέν γε ἄτοπον, ὡς ἐν ἑτέροις