Ancient Greek · ~5 min
Page 59
Joannes Philoponus Phil., De aeternitate mundi 59
Not analysed yet
εἴπερ γέγονεν ὁ κόσμος, πρὶν γενέσθαι δυνάμει ἦν αὐτοῦ δημιουργὸς καὶ ταύτῃ ἀτελής, δι' αὐτῶν τούτων εἰς μείζονα ἀτοπίαν ἀπάγονται ἀεὶ δυνάμει εἶναι τὸν θεὸν δημιουργὸν καὶ ἀεὶ ἀτελὴς ὢν ἐπὶ ταῖς ἰδίαις ποιοῦντες ὑποθέσεσιν. ειʹ. Ὅτι κακουργῶν πάλιν ἐν τοῖς λόγοις ὁ Πρόκλος ἐλέγχεται. ϛιʹ. Ὅτι καὶ κατὰ τὰς κοινὰς ἐννοίας καὶ κατὰ τὸν φιλόσοφον Πλωτῖνον αὐτὸς ἀφ' ἑαυτοῦ τέλειός ἐστιν δημιουργὸς ὁ θεὸς οὐδὲν ἐκ τοῦ δημιουργεῖν ὕστερον προσλαμβάνων εἰς τελειότητα διὰ τὸ πάντα ἤδη τῇ προγνώσει παρεῖναι τῷ θεῷ καὶ τὰ μήπω παρηγμένα εἰς γένεσιν. Λύσις τοῦ τετάρτου λόγου. αʹ. Δύο συλλογισμῶν ἐν τῷ τετάρτῳ τῶν ἐπιχειρημάτων παρὰ τοῦ φιλοσόφου τεθέντων καὶ τῆς ἐλάττονος προτάσεως κοινῆς οὔσης ἐν ἀμφοτέροις παρὰ ταύτην καὶ μόνην (τὴν ἐλάττονα λέγω πρότασιν) ψευδῆ οὖσαν ἡ τοῦ παραλογισμοῦ αἰτία γέγονεν· ἑνὸς γὰρ τῷ ὄντι δοθέντος ἀτόπου μυρία ἀνάγκη ἕπεσθαι ἄτοπα. ἄξιον δὲ αὐτοὺς ἐκθέσθαι πρῶτον τοὺς τοῦ φιλοσόφου συλλογισμούς, εἶθ' οὕτως ἐπὶ τὸν ἔλεγχον τῆς ψευδοῦς χωρῆσαι προτάσεως (φημὶ δὴ τῆς ἐλάττονος· ταύτης γὰρ ἐλεγχθείσης λύεται τὸ κατὰ τῆς ἀληθείας τοῦ μεγάλου Πρόκλου σκευώρημα). ἔστιν οὖν ὁ ἕτερος τῶν συλλογισμῶν τοιοῦτος. τὸ ἐκ τοῦ μὴ ποιεῖν, φησίν, εἰς τὸ ποιεῖν μεταβαῖνον μεταβολὴν ἕξει, πᾶν δὲ τὸ