Ancient Greek · ~6 min
Page 582
Joannes Philoponus Phil., De aeternitate mundi 582
Not analysed yet
τοῖς τοῦ χρόνου συνδιαιρούμενος τμήμασιν καὶ τὸ ἦν ἔχει καὶ τὸ ἔστιν καὶ τὸ ἔσται, ὡς καὶ τοῦ Πρόκλου πολλάκις ἐν αἷς αὐτοῦ παρεθέμεθα ῥήσεσιν ἐκ τῆς ὑπὲρ τοῦ Τιμαίου πρὸς Ἀριστοτέλην ἀπολογίας ἠκούσαμεν λέγοντος. εἰ οὖν ὁ κόσμος καὶ τὸ παρεληλυθὸς ἔχει καὶ τὸ ἐνεστὸς καὶ τὸ μέλλον, ἀγνοεῖ δὲ τὸ μέλλον ὁ θεός, οὐδ' εἰ ἔστιν ὅλως ὁ ὑπ' αὐτοῦ γενόμενος κόσμος εἴσεται· εἰ γὰρ μὴ οἶδεν ὡς ἐσόμενον, οὐδ' εἰ ἐνέστηκεν εἴσεται· καὶ τί λέγω τὰ ἄλλα; καὶ ἑαυτὸν εἰ ἔστιν ἀγνοήσει, εἴπερ τὸ ἐνεστὸς ἀγνοεῖ· ἔστιν γὰρ καὶ αὐτός. οὐκοῦν οὐδὲν διοίσει τῆς φύσεως· κἀκείνη γὰρ ποιοῦσα τὰ σώματα καὶ ἑαυτὴν ἀγνοεῖ καὶ τὰ γινόμενα· τάχα δὲ καὶ πολλῷ χείρων ἔσται τῆς φύσεως, εἴ γε ἐν τοῖς λογικοῖς ζῴοις ἡ φύσις ἔχει τὸν ἐπιλάμποντα λόγον ἡγεμονοῦντα καὶ ἑαυτὸν κἀκείνην καὶ πάντα γινώσκοντα. ποῦ δὲ θήσομεν καὶ τὸ ‘οἶδα δ' ἐγὼ ψάμμου τε ἀριθμὸν καὶ μέτρα θαλάσσης καὶ κωφοῦ ξυνίημι καὶ οὐ λαλέοντος ἀκούω’, ποῦ δὲ τὸ ‘θεοὶ δέ τε πάντα ἴσασιν’ καὶ τὸ ‘πάντα θεοῦ πλήρη, πάντῃ δέ οἵ εἰσιν ἀκουαὶ καὶ διὰ πετράων καὶ ἀνὰ χθόνα καί τε δι' αὐτοῦ ἀνέρος, ὅττι κέκευθεν ἐνὶ στήθεσσι νόημα’; εἰ δὲ τὸ μέλλον οἶδεν, οὐδὲν δὲ τῶν καθόλου μέλλει ὡς μήπω ὄν, εἰ μὴ κατὰ τὴν ἀεὶ γένεσιν, ὡς δοκεῖ Πλάτωνι, τὰ δὲ μερικὰ μὲν μήπω δὲ ὄντα ταῦτά ἐστιν τὰ μέλλοντα, οἶδεν ἄρα καὶ τὰ μερικὰ ὁ θεὸς καὶ οὐχ, ὡς ἀθέως τῶν παρ' Ἕλλησιν θεομάχων μᾶλ-