Ancient Greek · ~6 min
Page 583
Joannes Philoponus Phil., De aeternitate mundi 583
Not analysed yet
λον οὐ θεολόγων τινὲς ἔφασαν, ἀγνοεῖ ὁ θεὸς τὰ καθ' ἕκαστα, μόνον οὐκ ἐκεῖνο τὸ κωμικὸν λέγοντες ‘οἴει τοσαύτην τοὺς θεοὺς ἄγειν σχολήν, ὥστε τὸ κακὸν καὶ τἀγαθὸν καθ' ἡμέραν νέμειν ἑκάστῳ;’ ἀγνοεῖν δὲ τὰ καθ' ἕκαστα λέγων τὸν θεὸν καὶ τὴν περὶ αὐτὰ δηλονότι τοῦ θεοῦ συνανῄρηκεν πρόνοιαν· οὐ γὰρ δὴ τῶν ἀγνοουμένων προνοήσει, ὡς ἡ φύσις ἡ ἄλογος. ἔχομεν δὲ καὶ ἐν ταῖς προεκκειμέναις Πρόκλου τε καὶ Πλωτίνου ῥήσεσιν, ὅτι καὶ τὸ μέλλον οἶδεν καὶ μέχρι τῶν ἀτομωτάτων ἡ τοῦ θεοῦ διήκει πρόνοια καὶ γνῶσις. οὐκοῦν, εἰ οἶδεν τὸ μέλλον ὁ θεός, οἶδεν δήπουθεν, ὅτι οὔπω ἐνέστηκεν, μέλλει δὲ εἶναι. ἀλλ' ἐπειδὰν τὸ μέλλον ἐνεστὸς γένηται, οἶδεν πάντως, ὅτι ἐνέστηκεν ἤδη καὶ οὐ μέλλει, καὶ εἰ φθαρείη ὡς ἀρχὴν τοῦ εἶναι ἔχον, οἶδεν πάλιν, ὅτι οὐκέτι τῶν ὄντων ἐστίν. οὐκοῦν ἡ γνῶσις, καθ' ἣν οἶδε, ὅτι μέλλει καὶ οὔπω ἔστιν, προτέρα ἔσται τῆς γνώσεως, καθ' ἣν ἔγνω, ὅτι ἐνέστηκεν ἤδη, καὶ αὕτη πάλιν προτέρα ἔσται τῆς γνώσεως, καθ' ἣν ἔγνω, ὅτι ἐφθάρη καὶ οὐκέτι τῶν ὄντων ἐστίν. ἔσται οὖν πάλιν ἐν ταῖς γνώσεσιν τοῦ θεοῦ τὸ πρότερον καὶ τὸ ὕστερον καὶ διὰ τοῦτο χρόνος. ὥστε εἰ μέν, ἔνθα τὸ πρότερον ἁπλῶς καὶ τὸ ὕστερον, ὅπως ἂν λέγηται, ἐκεῖ πάντως καὶ χρόνον εἶναι ἀξιώσουσιν, ἀνάγκη πᾶσα μὴ τὰς νοερὰς οὐσίας μήτε αὐτὸν τὸν τοῦ χρόνου δημιουργὸν ἀπηλλάχθαι χρόνου καὶ ἔτι ἐνδεχόμενον ἔσται