Ancient Greek
Page 584
Joannes Philoponus Phil., De aeternitate mundi 584
Not analysed yet
μὴ ὄντος τοῦ χρόνου εἶναι χρόνον. εἰ δὲ ταῦτα οὕτω ἄτοπα καὶ ἀδύνατα, οὐκ ἄρα, ὅπου τὸ πρότερον καὶ τὸ ὕστερον, ἐκεῖ πάντως καὶ χρόνος ἔσται. ἢ οὖν κατὰ τὰ πρότερον τεθεολογημένα ἑνιαίαν τε καὶ ἀμερῆ καθόλου τὴν τοῦ θεοῦ γνῶσιν καὶ βούλησιν νοητέον ἑνὸς μόνου τοῦ ἀγαθοῦ οὖσαν, μᾶλλον δ' αὐτὸ τἀγαθόν, μὴ συμπληθυνομένην ἢ συνδιισταμένην τοῖς παραγομένοις τε καὶ γινωσκομένοις, μηδὲ μέλλειν τι παρὰ θεῷ ἀλλὰ καὶ τὰ μήπω ὄντα προνενοημένα ὡς ὄντα οὕτω ἀεὶ παρεῖναι, ὡς καλῶς ὁ Πλωτῖνος τεθεολόγηκε, ἤ, εἰ διὰ τὸ ταῦτα διεστάναι τῷ χρόνῳ καὶ ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι τὸν χρόνον διὰ τοῦτο καὶ τὸν θεὸν ὑπὸ χρόνον ποιεῖν ἡμᾶς ἀξιοῦσιν, ποτὲ μὲν αὐτὸν βουλόμενον εἶναι ποτὲ δὲ μὴ εἶναι, ἴστωσαν, ὡς ὅτι, κἂν συγχωρηθείη ὁ κόσμος εἶναι ἀίδιος, αὐτοὶ τοῖς ἑαυτῶν πτεροῖς ἁλώσονται οὐ μόνον τοῖς αὐτοῖς ἀτόποις ἀλλὰ καὶ πλείοσιν περιπίπτοντες, ὡς ἐδείξαμεν. εʹ. Δεδειγμένου τοίνυν ἔμπροσθεν τοῦ ὅτι διὰ τὸ ἑνοειδὲς καὶ τὴν ἀμέρειαν τῆς τοῦ θεοῦ βουλήσεως ἀνάγκη τὸ τεταγμένον εἶναι, οὐ πάντως δέ, ἐπειδὴ ἐν τῇ βουλήσει τοῦ θεοῦ ἐστιν τὸ ἀεί, διὰ τοῦτο καὶ ἐν τοῖς πράγμασίν ἐστιν τὸ ἀεί, ἀληθοῦς τε ὄντος τοῦ βούλεσθαι τὸν θεὸν μηδέποτε εἶναι τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον, συνάγεται μὲν ἐκ τούτων, ὅτι