Ancient Greek · ~6 min
Page 585
Joannes Philoponus Phil., De aeternitate mundi 585
Not analysed yet
οὔτε πρὸ τοῦ τεταγμένου τὸ ἄτακτον ἦν (καὶ διὰ τοῦτο ἀληθὲς τὸ μὴ μετὰ τὸ ἄτακτον ἀρχὴν εἰληφέναι τὸ τεταγμένον· οὐδὲ γὰρ ἦν ὅλως τὸ ἄτακτον) καὶ ὅτι οὐκ ἔσται μετὰ τὸ τεταγμένον τὸ ἄτακτον (καὶ διὰ τοῦτο οὐχ ἕξει τὸ τεταγμένον πρὸ τοῦ ἀτάκτου τελευτήν, ἐπειδὴ μηδὲ ἔσται μετὰ τὸ τεταγμένον τὸ ἄτακτον), οὐ μήν, ἐπειδὴ μήτε μετὰ τὸ ἄτακτον ἀρχὴν ἔσχεν μήτε τελευτὴν [ἢ] πρὸ τοῦ ἀτάκτου, διὰ τοῦτο οὐδὲ ἀρχὴν ὅλως ἔσχεν τὸ τεταγμένον οὐδὲ τελευτὴν ἕξει· εἰ μὲν γὰρ ἀνάγκη ἦν ἀμοιβαῖα εἶναι τὸ τεταγμένον καὶ τὸ ἄτακτον, ὡς μὴ ὄντος θατέρου πάντως θάτερον εἶναι, καλῶς ὁ Πρόκλος συνελογίζετο, ὡς, εἰ τὸ ἄτακτον μήτε πρὸ τοῦ τεταγμένου ἔστιν μήτε μετ' αὐτό, τοῦ ἀτάκτου μηδέποτε ὄντος τὸ τεταγμένον ἀεὶ ἔσται μήτε ἀρχὴν ἔχον μήτε τέλος. εἰ δὲ μηδὲ ἐνδέχεται ὅλως εἶναι τὸ ἄτακτον, διότι μήτε ἐκ ταυτομάτου ἐστὶν μήτε ἐξ ἄλλης αἰτίας, ὅτε ὁ θεὸς ἅμα τε παράγει ἕκαστον καὶ μετὰ τῆς προσηκούσης αὐτὸ τάξεως παράγει, οὐχ ἕξει μὲν μετὰ τὸ ἄτακτον ἀρχὴν τὸ τεταγμένον, ἐπεὶ μηδὲ ἦν ὅλως τὸ ἄτακτον, ἀρχὴν μέντοι ἔχειν αὐτὸ ἐνδέχεται· πάλιν δ' αὖ οὐχ ἕξει τελευτὴν πρὸ τοῦ ἀτάκτου τὸ τεταγμένον (οὐδὲ γὰρ ἔσται πώς ποτε τὸ ἄτακτον), τελευτὴν μέντοι ἔχειν ἐνδέχεται. ἄτακτον δὲ λέγω τὸ τῷ τεταγμένῳ ἐναντίον, τουτέστιν τὸ πλημμελές, ὡς ἄφωνον τὸν κακόφωνον καὶ ἄμορφον τὸν κακόμορφον, οὕτω καὶ ἄτακτον τὸ τῆς κατὰ φύσιν ἐστερημένον τάξεως, ὡς εἴ τις τὴν τοῦ παντὸς τάξιν συγκεχυμένην ἐπινοή-