Ancient Greek
Page 586
Joannes Philoponus Phil., De aeternitate mundi 586
Not analysed yet
σειεν· οὕτως οὖν λέγω τὸ ἄτακτον καὶ οὐ τὸ κατὰ τὴν παντελῆ τοῦ τεταγμένου στέρησιν, ὡς τὸ ἄψυχον τὸ ἐστερημένον ψυχῆς καὶ ἄφιλον τὸν ἐστερημένον φίλων· τὸ γὰρ οὕτω λεγόμενον ἄτακτον οὐδὲν κωλύει ἑκατέρωθεν εἶναι τοῦ τεταγμένου· τοῦτο δέ ἐστιν τὸ μὴ ὄν, εἴπερ γενητὸν κατὰ φύσιν εἴη καὶ φθαρτὸν τὸ τεταγμένον. τὸ δὲ μὴ εἶναί τι οὐ πάντως κακόν, ὡς καὶ ἐν τῷ ἕκτῳ λόγῳ ἐδείξαμεν· τοῦ γοῦν κακῶς εἶναι τὸ μὴ εἶναι ὅλως αἱρετώτερον· καὶ τὸ μὴ εἶναι δέ ποτε τῶν μερικῶν ἕκαστον οὐ κακόν. ϛʹ. Ταῦτα μὲν οὖν ἱκανῶς καὶ εἰς τὸ προκείμενον ἑξκαιδέκατον ἐπιχείρημα ἡμῖν εἰρήσθω. ἐν δὲ τοῖς ἑξῆς τοῦ αὐτοῦ τούτου ἐπιχειρήματος κατασκευάζει μὲν καλῶς ὁ φιλόσοφος, ὅτι ἡ τοῦ μὴ εἶναι τὸ ἄτακτον θεοῦ βούλησις καὶ ἡ τοῦ εἶναι τὸ τεταγμένον μία ἐστὶν καὶ οὐ δύο, ὡς ἐν ὑποθέσει δὲ λαβὼν τὸ δύο αὐτὰς εἶναί φησιν τὴν μὲν τοῦ μὴ εἶναι τὸ ἄτακτον βούλησιν τελειοτέραν εἶναι καὶ θεῷ μᾶλλον οἰκειοτέραν, τὴν δὲ τοῦ βούλεσθαι εἶναι τὸ τεταγμένον ὑφειμένην τε καὶ ἀτελεστέραν καὶ ἧττον θεῷ προσήκουσαν ἐκείνης· καὶ τοῦτο πιστοῦσθαι πειρᾶται, διότι, φησίν, ἡ μὲν τοῦ μὴ εἶναι τὸ ἄτακτον βούλησις ὑπὲρ τοῦ εἶναι τὸ ἀγαθόν ἐστιν· ‘βουληθεὶς γὰρ ὁ θεός’, φησὶν Πλάτων, ‘ἀγαθὰ μὲν πάντα φλαῦρον δὲ μηδὲν εἶναι κατὰ δύναμιν, οὕτω δὴ πᾶν, ὅσον ἦν ὁρατόν, παραλαβὼν οὐχ ἡσυχίαν ἄγον ἀλλὰ κινούμενον πλημμελῶς καὶ ἀτάκτως, εἰς τάξιν αὐτὸ ἤγαγεν ἐκ τῆς ἀταξίας, ἡγησάμενος ἐκεῖνο τούτου πάντως ἄμεινον’·