Ancient Greek · ~6 min
Page 587
Joannes Philoponus Phil., De aeternitate mundi 587
Not analysed yet
ἡ δὲ τοῦ εἶναι τὸ τεταγμένον, φησίν, τοῦ θεοῦ βούλησις ὑπὲρ τοῦ μὴ εἶναι αὐτὸ κακόν ἐστιν, πολλῷ δὲ θειότερον καὶ οἰκειότερον θεῷ τοῦ μὴ εἶναι τὸ κακὸν τὸ εἶναι τὸ ἀγαθὸν βούλεσθαι· ὥστε, φησίν, καὶ ἡ τοῦ μὴ εἶναι τὸ ἄτακτον βούλησις διὰ τὸ εἶναι τὸ ἀγαθὸν οὖσα τελειοτέρα ἐστὶν τῆς ἑτέρας καὶ θεῷ προσήκουσα μᾶλλον. καὶ οὐδὲν μὲν ἴσως ἡμῖν συντελεῖ διά τε τὸ ὡς ἐν ὑποθέσει ὑπὸ τοῦ Πρόκλου γυμνάζεσθαι τὸν λόγον καὶ ἤδη πρὸς ἡμῶν ἀπεληλέγχθαι τὸ προκείμενον ἐπιχείρημα ἡ τούτων ἐξέτασις. ὅμως δ' οὖν ἐροῦμεν, ὡς οὐκ εὐλόγως ταῦτα φαίνεται λέγων ὁ φιλόσοφος. εἰ γὰρ ὅλως ἐν ὑποθέσει δύο τὰς τοῦ θεοῦ βουλήσεις εἶναι συγχωρήσωμεν, πολλῷ θειοτέρα ἔσται ἡ τοῦ εἶναι τὸ τεταγμένον βούλησις τῆς τοῦ μὴ εἶναι τὸ ἄτακτον δι' αὐτὸν τὸν ἀποδεδομένον παρ' αὐτοῦ τοῦ Πρόκλου συλλογισμόν· ἕκαστον γὰρ δεῖ ἐκ τῆς αὐτῆς αὐτοῦ κρίνειν φύσεως μᾶλλον καὶ οὐκ ἐκ τῶν παρεπομένων. εἰ οὖν τὸ μὲν ἄτακτον κακόν, τὸ δὲ τεταγμένον ἀγαθόν, ἡ ἄρα τοῦ εἶναι τὸ τεταγμένον βούλησις αὐτόθεν μὲν αἱρεῖται τὸ ἀγαθόν, ἑπόμενον δὲ ἔχει τὸ βούλεσθαι μὴ εἶναι τὸ κακόν· ἅμα γὰρ εἶναι τὸ ἀγαθὸν καὶ τὸ κακὸν ἀμήχανον. ἡ δὲ τοῦ μὴ εἶναι τὸ ἄτακτον βούλησις αὐτόθεν μὲν ἔχει τὸ βούλεσθαι μὴ εἶναι τὸ κακόν, ἑπόμενον δὲ τὸ βούλεσθαι εἶναι τὸ ἀγαθόν. ὥστε, εἰ ἑκάστην ἐξ αὐτῆς χαρακτηρίζειν δεῖ μᾶλλον καὶ μὴ ἐκ τοῦ ἑπομένου, αὐτόθεν κρείττων καὶ θειοτέρα ἔσται ἡ τοῦ εἶναι τὸ τεταγμένον βούλησις τῆς ἑτέρας τῆς τοῦ μὴ εἶναι