Ancient Greek · ~6 min
Page 60
Joannes Philoponus Phil., De aeternitate mundi 60
Not analysed yet
μεταβάλλον κινεῖται· πᾶσα γὰρ τῷ ὄντι μεταβολὴ ἢ κίνησίς τίς ἐστιν ἢ οὐκ ἄνευ κινήσεως. πᾶσα δὲ κίνησις ἀτελής ἐστιν ἐνέργεια, ὡς δέδεικται τῷ Ἀριστοτέλει, οἷον ἡ λεύκανσις· οὔτε γὰρ μελαίνεται οὐδ' οὔπω λευκόν ἐστιν τὸ λευκαινόμενον· ὁδὸς γάρ ἐστιν ἡ λεύκανσις ἐπὶ τὸ λευκὸν ἀπὸ τοῦ μέλανος. εἰ οὖν ἡ μὲν κίνησις ἀτελής ἐστιν ἐνέργεια, ὁ δὲ θεὸς οὐκ ἀτελής, οὐδ' ἄρα κινεῖται, εἰ δὲ οὐ κινεῖται, οὐδὲ μὴ μεταβάλλῃ, εἰ δὲ μὴ μεταβάλλει, οὐδὲ ἐκ τοῦ μὴ ποιεῖν εἰς τὸ ποιεῖν μεταβήσεται· μεταβολὴ γάρ, φησίν, τὸ τοιοῦτο καὶ κίνησις. ὁ μὲν οὖν ἕτερος τῶν συλλογισμῶν τοιοῦτος. τούτου δὲ τοῦ συλλογισμοῦ τὴν μείζονα πρότασιν ἀμείψας εἰς ἕτερον ἄτοπον ἀπάγει τὸν λόγον· τὸ γὰρ πρότερον μὲν μὴ ποιοῦν, φησίν, ὕστερον δὲ ποιοῦν μεταβάλλει, τὸ μεταβάλλον κινεῖται, τὸ κινούμενον χρόνου δεῖται (πᾶσα γὰρ κίνησις ἐν χρόνῳ), τὸ ἄρα πρότερον μὲν μὴ ποιοῦν ὕστερον δὲ ποιοῦν χρόνου δεῖται. εἰ οὖν χρόνου ποιητὴς ὁ θεός, οὐκ ἄρα ἐκ τοῦ μὴ ποιεῖν εἰς τὸ ποιεῖν μεταβαίνει, ἵνα μὴ ἐνδεὴς χρόνου γένηται, οὗπερ αὐτός ἐστιν ποιητής. ἐξ ὧν συνάγει, ὅτι, εἰ καὶ τέλειος ὁ θεὸς καὶ πάντῃ ἀκίνητός τε καὶ ἀμετάβλητος καὶ χρόνου μὴ δεόμενος ἅτε δὴ χρόνου ὢν ποιητής, τὸ δὲ μὴ ποιοῦν πρότερον εἶτα ποιοῦν κινεῖται καὶ διὰ τοῦτο ἀτελές ἐστιν καὶ χρόνου δεῖται, ἢ οὐδέποτε ποιήσει ἢ ἀεὶ ποιήσει, ἵν' ἔχοι τὸ ἀκίνητον ἐν θατέρῳ καὶ ἀμετάβλητον. εἰ οὖν τὸ πρό-