Ancient Greek
Page 7
Joannes Philoponus Phil., De aeternitate mundi 7
Not analysed yet
καὶ τὰ ἐλάχιστα πεποίηκεν. δεδειγμένου τοίνυν, ὅτι τε ἀδύνατον πεπερασμένην εἶναι τὴν τοῦ θεοῦ δημιουργικὴν δύναμιν καὶ ὅτι ἄπειρον αὐτὴν εἶναι ἀνάγκη, οὐκ ἄρα ἀληθὲς οὔτε διὰ τὸ ποιητικὸν μόνον αἴτιον οὔτε δι' ἄμφω, τὸ ποιοῦν τε καὶ τὸ γινόμενον, μήτε πλείονα τῶν ὄντων μήτε κρείττονα γενέσθαι· ταύταις γὰρ ταῖς ὑποθέσεσιν εἵπετο πεπερασμένην εἶναι τὴν δημιουργικὴν τοῦ θεοῦ δύναμιν, ὅπερ ὡς ἄτοπόν τέ ἐστιν καὶ ἀδύνατον δέδεικται. λείπεται ἄρα τὴν λοιπὴν μόνην τῶν ὑποθέσεων εἶναι ἀληθῆ τὴν λέγουσαν μόνην τὴν τῶν γενητῶν φύσιν αἰτίαν εἶναι τοῦ μὴ δύνασθαι πλείονα ἢ κρείττονα δημιουργεῖσθαι. εἰ δέ τις καὶ συγχωρήσει ἀμφότερα εἶναι αἴτια, τό τε ποιοῦν φημι καὶ τὸ γινόμενον, τοῦ μὴ δύνασθαι πλείονα ἢ κρείττονα δημιουργεῖσθαι, ἀνάγκη πάντως διὰ μίαν καὶ τὴν αὐτὴν αἰτίαν, δι' ἣν οὐ δύναται τὸ γινόμενον γίνεσθαι, διὰ τὴν αὐτὴν καὶ τὸ ποιοῦν μὴ δύνασθαι ποιεῖν. ἣν ἂν οὖν τις αἰτίαν ἀποδῷ τοῦ μὴ δυνατὸν εἶναι πλείονα γενέσθαι τῶν γενομένων ἢ κρείττονα, ἀπείρου τε κατὰ πάντα τῆς δημιουργικῆς τοῦ θεοῦ δυνάμεως οὔσης, ὡς ἀποδέδεικται, ταύτην καὶ παρ' ἡμῶν δεχέσθω τοῦ μὴ δύνασθαι ἐξ ἀιδίου τὸν κόσμον ὑφίστασθαι καίπερ ἀεὶ ἀγαθοῦ καὶ ἀεὶ δημιουργοῦ τοῦ θεοῦ ὑπάρχοντος. καὶ ἥν γε ἡμεῖς περὶ τούτων φυσικωτάτην αἰτίαν ἔχομεν ἀποδοῦναι, ἔστιν αὕτη. τὸ ἄπειρον κατὰ μηδένα τρόπον δύνασθαι ἐνεργείᾳ ὑποστῆναι διὰ πλειόνων Ἀριστοτέλης ἔν τε τῇ φυσικῇ ἀκροάσει