Ancient Greek · ~5 min
Page 61
Joannes Philoponus Phil., De aeternitate mundi 61
Not analysed yet
τερον ψεῦδος (λέγω δὴ τὸ μηδέποτε ποιεῖν), ἀεὶ ἄρα ποιήσει, εἰ δὲ ἀεὶ ποιήσει τὸν κόσμον, ἀεὶ καὶ ὁ κόσμος ἔστιν ἐξ ἀνάγκης. ἡ μὲν οὖν τῶν συλλογισμῶν τοῦ Πρόκλου ἀγωγὴ τοιαύτη. βʹ. Ἐμοὶ δὲ θαυμάζειν ἔπεισιν, ὅπως τὸν ἐκ τοῦ οἰκείου συνειδότος παρακρουόμενοι ἔλεγχον πολλάκις καὶ παρὰ τὰ σφίσιν αὐτοῖς καλῶς ἀποδειχθέντα κατὰ τῆς ἀληθείας ὁπλίζονται πάσῃ μηχανῇ τοὺς ἀπείρους τῆς τῶν συλλογισμῶν δεινότητος παρακρουόμενοι. ὅτι μὲν γὰρ πᾶσα κίνησις ἀτελής ἐστιν ἐνέργεια καὶ ὅτι πᾶσα μεταβολὴ ἢ κίνησίς τίς ἐστιν ἢ οὐκ ἄνευ κινήσεως, ἀληθές· ὅτι δὲ τὸ ἐκ τοῦ μὴ ποιεῖν ἢ ἁπλῶς μὴ ἐνεργεῖν αὖθις ποιοῦν ἢ ἁπλῶς ἐνεργοῦν οὐδεμίαν κίνησιν ἢ ἀλλοίωσιν ὑπομένει, οὐδὲν μὲν ἴσως ἡμᾶς ἔδει κατασκευάζειν ἀλλ' αὐτὰ μόνα τὰ Ἀριστοτέλους παρατίθεσθαι, δι' ὧν ἐν πολλαῖς ἑαυτοῦ πραγματείαις τοῦθ' ἡμᾶς μετὰ ἀποδείξεως δεδίδαχεν, οἷς οὐδὲν τὸν Πρόκλον ἀντιλέγειν ὑπολαμβάνω, ἀλλ' ἵνα μὴ ταῖς ἄλλων δόξαις ἐπαναπαύεσθαι δόξωμεν, ἡμεῖς ἐφ' ἑαυτῶν πρῶτον τὸν λόγον σκοπήσωμεν, εἶτα λοιπὸν καὶ ταῖς Ἀριστοτέλους μαρτυρίαις τὴν ἀλήθειαν ἐπισφραγίσωμεν. γʹ. ‘Τὸ ἐκ τοῦ πρότερον μὴ ποιεῖν’, φησίν, ‘εἰς τὸ ποιεῖν μεταβαῖνον μεταβολὴν ἕξει καὶ κίνησιν’. ἐκεῖνο πρῶτον ἐν τούτοις ἐπισημήνασθαι ἀναγκαῖον· παντὶ δῆλον ὑπάρχει, ὡς ὅτι τὸ μὴ ποιοῦν πρότερον εἶτα ποιοῦν ἐκ τοῦ δευτέρου δυνάμει τοῦ κατὰ τὴν ἕξιν, ὅπερ καὶ πρῶτόν ἐστιν ἐνεργείᾳ, εἰς τὴν δευτέραν