Ancient Greek · ~5 min
Page 604
Joannes Philoponus Phil., De aeternitate mundi 604
Not analysed yet
ταγμένα ὄντα φθείροντες καὶ ὁ τῶν κακῶν θεῶν δημιουργὸς οὐκ ἀγαθὸς ἔσται ἀλλὰ κακός. εἰ οὖν ἀγαθὸς ὁ δημιουργός, ἀγαθοὺς ἐποίησεν τοὺς ἐγκοσμίους θεούς· εἰ ἀγαθοὺς ἐποίησεν, ἀγαθὰ καὶ αὐτοὶ ποιοῦσιν καὶ οὐ κακά· εἰ οὖν φθείρουσιν τὰ μερικὰ τεταγμένα ὄντα (οὐδὲν γὰρ ποιῆσαι δύνανται μὴ φθείροντες ἄλλο, εἴπερ ἡ ἄλλου γένεσις ἄλλου φθορά ἐστιν), οὐκ ἄρα κακὸν πάντως ἀλλ' ἔσθ' ὅπῃ καὶ ἀγαθὸν ἡ τοῦ τεταγμένου φθορά, εἴπερ τὰ δανεισθέντα μόρια εἰς γένεσιν τῶν συνθέτων τοῖς δανείσασιν ἀγαθὸν ἀποδίδοσθαι κατὰ Πλάτωνα. Τέλος λύσεως τοῦ ιζʹ λόγου. Πρόκλου διαδόχου λόγος ὀκτωκαιδέκατος. "Ὀκτωκαιδέκατος· εἰ τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν ἀεὶ τοῖς πάντων θειοτάτοις προσήκει μόνοις, ὡς αὐτὸς ἐν τῷ πολιτικῷ φησιν, εἰ μὲν ὁ δημιουργὸς ἐν τοῖς θειοτάτοις ἐστίν, μόνως αὐτῷ προσήκει κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν, εἰ δὲ μή ἐστιν τῶν θειοτάτων, μήτε ἀεὶ ὄντα θεὸν αὐτὸν λέγωμεν μήτε ἄριστον τῶν αἰτίων. ἀλλὰ μὴν ταῦτα περὶ αὐτοῦ φαμεν, ὡς ἐν Τιμαίῳ γέγραπται. προσῆκεν ἄρα αὐτῷ τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν· εἰ γὰρ μὴ τὸ ἀεὶ ὂν ἕξει τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως, τὸ μὴ ἀεὶ ὂν ἔσται