Ancient Greek
Page 605
Joannes Philoponus Phil., De aeternitate mundi 605
Not analysed yet
τοιοῦτον, καὶ εἰ μὴ τὸ ἄριστον τῶν αἰτίων, τὸ μὴ ἄριστον τῶν αἰτίων· ὧν ἀτόπων ὄντων ἀνάγκη τὸν ἄριστον τῶν αἰτίων καὶ τὸν ἀεὶ ὄντα θειότατον εἶναι καὶ ὄντα θειότατον ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν. τῷ δὲ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντι προσήκει μηδέποτε ἄλλοτε ἄλλως ἔχειν· ἐναντία γὰρ ταῦτα τῷ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν. τῷ δὲ μηδέποτε ἄλλοτε ἄλλως ἔχοντι μηδὲ ποτὲ μὴ ποιεῖν εἶτα ποιεῖν μηδὲ ποιεῖν ποτὲ εἶτα μὴ ποιεῖν· ταῦτα γὰρ ἄλλοτε ἄλλως ἔχειν ἐστίν, ποιητικῶς λέγω καὶ μὴ ποιητικῶς αὖθις καὶ ποιητικῶς. τῷ δὲ μὴ ποτὲ μὴ ποιητικῶς εἶτα ποιητικῶς ἢ ποιητικῶς εἶτα μὴ ποιητικῶς ἔχοντι ἢ ἀεὶ ποιεῖν ἢ ἀεὶ μὴ ποιεῖν ἀναγκαῖον· οὐ γὰρ ἔστιν παρὰ ταῦτα ἄλλο οὐδέν· ἄκρα μὲν γὰρ τὸ ἀεὶ ποιεῖν καὶ τὸ ἀεὶ μὴ ποιεῖν, μέσα δὲ τὸ μὴ ποιοῦν ποιεῖν αὖθις ἢ ἔμπαλιν τὸ ποιοῦν μὴ ποιεῖν αὖθις. ἀλλὰ μὴν τὸ μηδέποτε ποιεῖν δημιουργὸν ὄντα τὸν δημιουργὸν ἀμήχανον· οὐ γὰρ δημιουργῷ τὸ ἀργεῖν ἀεὶ προσήκει· πότε γὰρ ἂν εἴη δημιουργὸς μηδέποτέ τι ποιῶν; ἀνάγκη ἄρα ποιεῖν τὸν δημιουργὸν καὶ αὐτὸ τοῦτο δημιουργεῖν ἀεί. τὸν δὲ ἀεὶ δημιουργοῦντα εἰ κόσμον ποιεῖν ἀνάγκη τὸν δημιουργόν, ἀνάγκη τὸν κόσμον μήτε ἀρχὴν ἔχειν τοῦ δημιουργεῖσθαι μήτε τελευτήν· εἰ γὰρ ἀρχὴν ἔσχεν, οὐκ ἀεὶ ἐκοσμεῖτο, εἰ δὲ τελευτήν, οὐκ ἀεὶ κοσμηθήσεται· δεῖ δὲ ἀεὶ κοσμεῖσθαι τὸν κόσμον, εἴπερ καὶ τὸν δημιουργὸν ἀεὶ κοσμεῖν, τοῦτο δ', εἴπερ ἀεὶ ὡσαύ-