Ancient Greek · ~6 min
Page 606
Joannes Philoponus Phil., De aeternitate mundi 606
Not analysed yet
τως ποιεῖν, τοῦτο δ', εἰ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχει. ἀνάγκη ἄρα τὸν κόσμον μήτε ἀρχὴν ἔχοντα κόσμον εἶναι μήτε τελευτήν, ἄνευ γενέσεως εἶναι κόσμον καὶ ἄνευ φθορᾶς, ἀγένητον εἶναι καὶ ἄφθαρτον. ὥστε, εἰ ὁ δημιουργὸς ἀεὶ κατὰ τὰ αὐτὰ ἔχει καὶ ὡσαύτως, ἀνάγκη τὸν κόσμον ἀγένητον εἶναι καὶ ἄφθαρτον. ὥστε, εἰ ἐκεῖνο λέγει σαφῶς αὐτός, ἀνάγκη καὶ τὸν κόσμον κατ' αὐτὸν ἀγένητον εἶναι καὶ ἄφθαρτον. εἰ ἄρα τὸν θεὸν ἀπεῖναι λέγει τοῦ κόσμου καὶ παρεῖναι αὖθις ἐν πολιτικῷ καὶ ἐν Τιμαίῳ ἀπεῖναι πρότερον εἶτα παρεῖναι (οὕτω γὰρ εἶχεν, φησίν, τὸ πᾶν, ὡς εἰκὸς ἔχειν ἦν, οὗ ἂν ἀπῇ θεός) καὶ ὁμοίως ἄμφω λέγει Πλάτων καὶ διὰ ταῦτα τοτὲ μὲν ἐξ ἀτάκτου μεταβάλλειν εἰς τάξιν τὸν κόσμον, τοτὲ δὲ ἐκ τεταγμένου μεταπίπτειν εἰς ἀταξίαν, ἕως ἔφεδρος αὐτοῦ γένηται τῶν πηδαλίων ἁψάμενος ὁ θεός, οὐκ ἔδει τοὺς περὶ Ἀττικὸν εἰς τὰ ἐν Τιμαίῳ μόνα βλέπειν τὸν ἀπόντα ποτὲ παρόντα ποιοῦντα, οὗ ἀπῆν, ἀλλὰ καὶ εἰς τὰ ἐν πολιτικῷ τὸν παρόντα ποτὲ ἀπόντα ποιοῦντα ἐκείνου, ᾧ παρῆν, καὶ ὡς δι' ἐκεῖνα τὴν τάξιν ἀπὸ τῆς ἀταξίας ποιοῦσιν, οὕτω διὰ ταῦτα καὶ μετὰ τὴν τάξιν ἀταξίαν ποιεῖν. εἰ δ' οὖν ταῦτα συναμφότερα λέγοι κατ' ἐπίνοιαν ταῦτα πάντα θεώμενος πρὸ τοῦ κόσμου, περὶ αὐτὸν ὁρᾷ τὸν θεὸν μεταβολάς, ἃς ἀρθείσης ἀδύνατον εἶναι τῆς ἐπινοίας· οὐδὲ γὰρ τοῦ θεοῦ ὡσαύτως ἔχοντος τὸν κόσμον λέγει