Ancient Greek · ~6 min
Page 607
Joannes Philoponus Phil., De aeternitate mundi 607
Not analysed yet
ἄλλοτε ἄλλως ἔχειν ὡς δι' αὑτοῦ ἔχοντα τὸ ἄλλοτε ἄλλως, ὅπερ ἐστὶν ἐπὶ τῶν μερικῶν, ἀλλὰ διὰ τὸ τὸν θεὸν ἄλλοτε ἄλλως ἔχειν καὶ τὸν κόσμον ἢ ἄτακτον ἢ τεταγμένον εἶναι. ὥστε, εἰ ἐκεῖνο ἀμήχανον διὰ τὸ τὸν θεὸν κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν, ἀδύνατον καὶ τὸν κόσμον ἀτάκτως καὶ τεταγμένως ἔχειν. καὶ τοῦτο ἐγὼ ἂν φαίην ὄντως θεῖον εἶναι μηχάνημα τῆς Πλάτωνος σοφίας καταδούμενον τὴν ἀγενησίαν ἅμα τοῦ κόσμου καὶ ἀφθαρσίαν ἀπὸ τῆς τοῦ θεοῦ διαιωνίας ἐνεργείας αἰτίαν εἰπόντος τῆς τάξεως τοῦ κόσμου καὶ ἀταξίας τὴν τοῦ θεοῦ παρουσίαν καὶ ἀπουσίαν· εἰ γὰρ αὕτη μόνη αἰτία τῆς τάξεως καὶ ἀταξίας ἐν μέρει τοῦ κόσμου καὶ αὐτὴ δὲ ἀνυπόστατος, διότι τὸν θεὸν ἄλλοτε ἄλλως ἔχειν ἀμήχανον, καὶ τὴν τάξιν ἄρα καὶ τὴν ἀταξίαν περὶ τὸν κόσμον ὁρᾶν ἀμήχανον. εἰ οὖν ὁ θεὸς ἀεὶ ὡσαύτως ἔχει, οὐ ποτὲ τῷ κόσμῳ πάρεστιν ποτὲ δὲ ἄπεστιν. εἰ μὴ ποτὲ πάρεστιν ποτὲ δὲ ἄπεστιν, οὐ ποτὲ μὲν ὁ κόσμος τέτακται ποτὲ δὲ οὐ τέτακται· ἐποίει γὰρ ἡ μὲν παρουσία τοῦ θεοῦ τῷ κόσμῳ τάξιν, ἡ δὲ ἀπουσία ἀταξίαν. εἰ δὲ μὴ ποτὲ μὲν τέτακται ποτὲ δὲ ἄτακτος ἦν ἢ ἔσται, ἀεὶ τέτακται. εἰ δὲ ἀεὶ τέτακται, καὶ ἐξ ἀπείρου χρόνου τέτακται καὶ εἰς τὸν ἄπειρον χρόνον ἔσται τεταγμένος· ὃ δὴ καὶ αὐτὸς καὶ τοῖς κωφοῖς ἀρίδηλον ποιῶν ἀνέκραγεν, ὅτι ‘τὸ μὲν παράδειγμα τὸν πάντα αἰῶνά ἐστιν ὄν, ὁ δὲ κόσμος τὸν ἅπαντα χρόνον διὰ τέλους γεγο-