Ancient Greek · ~6 min
Page 608
Joannes Philoponus Phil., De aeternitate mundi 608
Not analysed yet
νὼς καὶ ὢν καὶ ἐσόμενος’. ὡς οὖν ἐσόμενός ἐστιν εἰς ἄπειρον, οὕτω καὶ γεγονὼς ἐξ ἀπείρου, καὶ οὐκ ἔδει ὁμοίως ἐφ' ἑκάτερα τοῦ Πλάτωνος αὐτὸν διατειναμένου καὶ γεγονέναι καὶ ἔσεσθαι τοὺς Πλάτωνι φίλους τὸ μὲν ἐκ πεπερασμένου χρόνου ποιεῖν τὸ δὲ εἰς ἄπειρον ἀλλ' ἕπεσθαι τῇ ψήφῳ· καὶ γὰρ οὕτως μίμημα ἂν ἔχοι τῆς τοῦ αἰῶνος ἀιδιότητος οὐκ ἐξ ἡμισείας ἔχων τὸ ἄπειρον κατὰ τὸν χρόνον ἀλλ' ἐπ' ἄμφω. τοῦτο δ' ἦν αὐτῷ προκείμενον ἐξομοιῶσαι τῷ μὲν αἰῶνι τὸν χρόνον, τῷ δὲ αἰωνίῳ ζῴῳ τὸν ἅπαντα χρόνον ὑφεστῶτα τὸν κόσμον. κεφάλαιον δὴ τούτων μηδένα περὶ τὸν κόσμον οὕτως εὐσεβεῖν ὡς Πλάτωνα τόν τε φάντα τὸν κόσμον ἀτάκτως ἔχειν, ὅταν ὁ θεὸς μὴ ὡσαύτως ἔχῃ, τοῦτο δέ ἐστιν, ὅταν ὁ θεὸς μὴ ᾖ νοητὸς θεός· τοῖς γὰρ νοητοῖς θεοῖς προσήκει τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν. ἢ ἄμφω οὖν θεοί, καὶ ὁ κόσμος καὶ ὁ δημιουργός, ἢ οὐδέτερος· ποιήσει γὰρ οὐ θεὸν τὸν μὲν ἡ ἀταξία, τὸν δὲ τὸ μὴ ὡσαύτως. ἡ δὲ τούτου ἀταξία ἐκ τοῦ ἐκείνου μὴ ὡσαύτως· οὐ γὰρ ἄλλως οὗτος ἄτακτος, ἢ ὅτι ἐκεῖνος οὐχ ὡσαύτως πάρεστιν ἢ ἄπεστιν· δεῖ γὰρ ὅμοιον τοῦτον εἶναι ἐκείνῳ πάντως. εἰ μὲν οὖν κατ' ἐπίνοιαν ἐκεῖνος πάρεστίν ποτε καὶ ἄπεστιν, καὶ οὗτος κατ' ἐπίνοιαν ἄτακτος, ὅτι ποτὲ καὶ τεταγμένος· κοινὴν γὰρ ἀνάγκη τὴν ἐπίνοιαν ὑπάρχειν αὐτοῖς, εἰ τῷ μὲν παρεῖναι τὸ τετάχθαι, τῷ δὲ ἀπεῖναι τὸ μὴ τετάχθαι ἀκολουθεῖ ἐξ ἀνάγκης. εἰ δὲ κατὰ ἀλήθειαν οὗτος